Discussion Page:Chaupy - Découverte de la maison de campagne d’Horace, Tome 2.djvu/297

Le contenu de la page n’est pas pris en charge dans d’autres langues.
La bibliothèque libre.

Texte en grec[modifier]

La note 1 comprend une citation en grec. Voir Strabon, Géographie, livre V, § 3.11, sur la wikisource grecque :

ἐν ὄψει δ΄ εἰσὶ τοῖς ἐν Ρώμηι Τίβουρά τε καὶ Πραινεστὸς καὶ Τοῦσκλον. Τίβουρα μέν͵ [ἐν] ἧι τὸ Ἡράκλειον καὶ ὁ καταράκτης͵ ὃν ποιεῖ πλωτὸς ὢν ὁ Ἀνίων ἀφ΄ ὕψους μεγάλου καταπίπτων εἰς φάραγγα βαθεῖαν καὶ καταλσῆ πρὸς αὐτῆι τῆι πόλει. ἐντεῦθεν δὲ διέξεισι πεδίον εὐκαρπότατον παρὰ τὰ μέταλλα τοῦ λίθου τοῦ Τιβουρτίνου καὶ τοῦ ἐν Γαβίοις τοῦ καὶ ἐρυθροῦ λεγομένου͵ ὥστε τὴν ἐκ τῶν μετάλλων ἐξαγωγὴν καὶ τὴν πορθμείαν εὐμαρῆ τελέως εἶναι͵ τῶν πλείστων ἔργων τῆς Ρώμης ἐντεῦθεν κατασκευαζομένων. ἐν δὲ τῶι πεδίωι τούτωι καὶ τὰ Ἄλβουλα καλούμενα ῥεῖ ὕδατα ψυχρὰ ἐκ πολλῶν πηγῶν͵ πρὸς ποικίλας νόσους καὶ πίνουσι καὶ ἐγκαθημένοις ὑγιεινά· τοιαῦτα δὲ καὶ τὰ Λαβανά͵ οὐκ ἄπωθεν τούτων ἐν τῆι Νωμεντανῆι καὶ τοῖς περὶ Ἠρητὸν τόποις. Πραινεστὸς δ΄ ἐστὶν ὅπου τὸ τῆς Τύχης ἱερὸν ἐπίσημον χρηστηριάζον. ἀμφότεραι δ΄ αἱ πόλεις αὗται τῆι αὐτῆι προσιδρυμέναι τυγχάνουσιν ὀρεινῆι͵ διέχουσι δ΄ ἀλλήλων ὅσον σταδίους ἑκατόν͵ τῆς δὲ Ρώμης Πραινεστὸς μὲν καὶ διπλάσιον͵ Τίβουρα δ΄ ἔλαττον. φασὶ δ΄ Ἑλληνίδας ἀμφοτέρας· Πραινεστὸν γοῦν Πολυστέφανον καλεῖσθαι πρότερον. ἐρυμνὴ μὲν οὖν ἑκατέρα͵ πολὺ δ΄ ἐρυμνοτέρα Πραινεστός· ἄκραν γὰρ ἔχει τῆς μὲν πόλεως ὕπερθεν ὄρος ὑψηλόν͵ ὄπισθεν δ΄ ἀπὸ τῆς συνεχούσης ὀρεινῆς αὐχένι διεζευγμένον͵ ὑπεραῖρον καὶ δυσὶ σταδίοις τούτου πρὸς ὀρθίαν ἀνάβασιν. πρὸς δὲ τῆι ἐρυμνότητι καὶ διώρυξι κρυπταῖς διατέτρηται πανταχόθεν μέχρι τῶν πεδίων ταῖς μὲν ὑδρείας χάριν ταῖς δ΄ ἐξόδων λαθραίων͵ ὧν ἐν μιᾶι Μάριος πολιορκούμενος ἀπέθανε. ταῖς μὲν οὖν ἄλλαις πόλεσι πλεῖστον τὸ εὐερκὲς πρὸς ἀγαθοῦ τίθεται͵ Πραινεστίνοις δὲ συμφορὰ γεγένηται διὰ τὰς Ρωμαίων στάσεις. καταφεύγουσι γὰρ ἐκεῖσε οἱ νεωτερίσαντες· ἐκπολιορκηθέντων δέ͵ πρὸς τῆι κακώσει τῆς πόλεως καὶ τὴν χώραν ἀπαλλοτριοῦσθαι συμβαίνει͵ τῆς αἰτίας μεταφερομένης ἐπὶ τοὺς ἀναιτίους. ῥεῖ δὲ διὰ τῆς χώρας Ὀυέρεστις ποταμός.
Fabrice Dury (d) 16 juin 2018 à 17:19 (UTC)[répondre]