Page:Ésope - Fables - Émile Chambry.djvu/119

La bibliothèque libre.
Le texte de cette page a été corrigé et est conforme au fac-similé.
70


Βόες καὶ ἄξων.


Βόες ἅμαξαν εἷλκον. Τοῦ δὲ ἄξονος τρίζοντος, ἐπιστραφέντες ἔφασαν οὕτως πρὸς αὐτόν· « Ὦ οὗτος, ἡμῶν τὸ ὅλον βάρος φερόντων, σὺ κέκραγας; »

Οὕτω καὶ τῶν ἀνθρώπων ἔνιοι, μοχθούντων ἑτέρων, αὐτοὶ προσποιοῦνται κάμνειν.

71


Βόες <τρεῖς> καὶ λέων.


Ἐνέμοντο μετ᾿ ἀλλήλων τρεῖς ἀεὶ βόες. Λέων δὲ τούτους φαγεῖν θέλων διὰ τὴν αὐτῶν ὁμόνοιαν οὐκ ἠδύνατο· ὑπούλοις δὲ λόγοις διαβαλὼν ἐχώρισεν ἀπ᾿ ἀλλήλων, καὶ τότε ἕνα ἕκαστον αὐτῶν μεμονωμένους εὑρὼν κατεθοινήσατο.

[Ὅτι], εἰ θέλεις μάλιστα ζῆν ἀκινδύνως, τοῖς μὲν ἐχθροῖς ἀπίστει, τοῖς δὲ φίλοις πίστευε καὶ συντήρει.

72


Βοηλάτης καὶ Ἡρακλῆς.


Βοηλάτης ἅμαξαν ἦγεν εἰς κώμην.

Τῆς δ᾿ ἐμπεσούσης εἰς φάραγγα κοιλώδη,

δέον βοηθεῖν, ὅδε ἀργὸς εἱστήκει,

τῷ δὲ Ἡρακλεῖ προσηύχετο μόνῳ

ἁπάντων θεῶν ὡς πολλὰ τιμωμένῳ.

Αὐτὸς δ᾿ ἐπιστὰς εἶπε· « Τῶν τρόχων ἅπτου

καὶ τοὺς βόας κέντριζε, τοῖς θεοῖς δ᾿ εὔχου,

ὅταν τι ποιῇς καὐτός· μὴ μάτην εὔξῃ. »