Page:Ésope - Fables - Émile Chambry.djvu/265

La bibliothèque libre.
Cette page n’a pas encore été corrigée
243
Μῦς ἀρουραῖος καὶ μῦς ἀστικός.


Μῦς ἀρουραῖος τὸν ἐν οἴκῳ ἐφίλει.

Ὁ δὲ τοῦ οἴκου κληθεὶς ὑπὸ τοῦ φίλου

ἦλθεν εὐθέως δειπνήσων εἰς ἀρούρας.

Ὁ δὲ ἐσθίων κριθὰς καὶ σῖτον ἔφη·

« Γίνωσκε, φίλε, μυρμήκων ζῇς τὸν βίον·

ἐπείπερ δ᾿ ἐμοὶ ἀγαθῶν ἐστι πλῆθος,

ἐμοὶ σύνελθε καὶ ἀπολαύσεις πάντων. »

Καὶ παραχρῆμα ἀπῄεσαν οἱ δύο.

Καὶ ὃς ὑπεδείκνυ ὄσπρια καὶ σῖτον,

φοίνικας ἅμα, τυρόν, μέλι ὁπώρας.

Ὁ δ᾿ αὖ θαυμάζων αὐτὸν ηὐλόγει σφόδρα

καὶ τὴν ἑαυτοῦ κατεμέμφετο τύχην.

Βουλομένων δὲ ἀπάρξασθαι ἐσθίειν,

ᾔνοιξεν εὐθὺς ἄνθρωπός τις τὴν θύραν.

Φοβηθέντες δὲ οἱ δειλαῖοι τὸν κτύπον

εἰσεπήδησαν οἱ μῦς εἰς τὰς ῥαγάδας.

Ὡς δὲ ἤθελον πάλιν ἰσχάδας ἆραι,

ἧκεν ἕτερος τοῦ λαβεῖν τι τῶν ἔνδον.

Οἱ δὲ καὶ πάλιν θεασάμενοι τοῦτον

εἰσεπήδησαν κρυβέντες ἐπὶ τρώγλης.

Ὁ δ᾿ ἀρουραῖος ὀλιγωρῶν τῇ πείνῃ

ἀνεστέναξε καὶ πρὸς τὸν ἄλλον ἔφη·

« Χαῖρε σύ, φίλε, κατεσθίων εἰς κόρον

ἐπαπολαύων αὐτὰ μετ᾿ εὐφροσύνης

καὶ τοῦ κινδύνου καὶ τοῦ πολλοῦ τοῦ φόβου·

ἐγὼ δ᾿ ὁ τάλας κριθὴν καὶ σῖτον τρώγων

ζήσω ἀφόβως μηδένα ὑποπτεύων. »

          Ὁ μῦθος δηλοῖ ὅτι