Page:Ésope - Fables - Émile Chambry.djvu/311

La bibliothèque libre.
Cette page n’a pas encore été corrigée

ἐκεῖσε τὸν υἱὸν παρεφύλαττε. Ἐζωγράφησε δὲ καὶ τὸ οἴκημα πρὸς τέρψιν παντοίοις ζῴοις, ἐν οἷς καὶ λέων ἐμορφώθη. Ὁ δὲ ταῦτα μᾶλλον ὁρῶν πλείω τὴν λύπην εἶχε. Καὶ δήποτε πλησίον τοῦ λέοντος στάς· « Ὦ κάκιστον θηρίον, εἶπε, διὰ σὲ καὶ τὸν ψεύστην ὄνειρον τοῦ ἐμοῦ πατρὸς γυναικείᾳ ἐνεκλείσθην φρουρᾷ· τί σοι ποιήσω ; » Καὶ εἰπὼν ἐπέϐαλε τὴν χεῖρα τῷ τοίχῳ ὡς τυφλώσων τὸν λέοντα. Σκόλοψ δὲ τῷ ὄνυχι αὐτοῦ ὑπεισδὺς ἄλγημα ὀξὺ καὶ φλεγμονὴν μέχρι βουϐώνων εἰργάσατο· πυρετός τε ἐπὶ τούτοις ἀνάψας τὸν παῖδα θᾶττον τοῦ βίου ὑπεξήγαγεν. Ὁ δὲ λέων καίπερ γραπτὸς ὢν τοῦτον ἀνῃρήκει, μηδὲν τῷ τοῦ πατρὸς ὠφεληθέντα σοφίσματι.

Ὅτι ἃ δὴ μέλλει συμϐαίνειν τινί, ἐγκαρτερείτω τούτοις γενναίως καὶ μὴ σοφιζέσθω· οὐ γὰρ ἐκφεύξεται.


296
Παῖς κλέπτης καὶ μήτηρ.


Παῖς ἐκ διδασκαλείου τὴν τοῦ συμφοιτητοῦ δέλτον ὑφελόμενος τῇ μητρὶ ἐκόμισε. Τῆς δὲ οὐ μόνον αὐτῷ μὴ ἐπιπληξάσης, ἀλλὰ μᾶλλον ἐπαινεσάσης αὐτὸν, ἐκ δευτέρου ἱμάτιον κλέψας ἤνεγκεν αὐτῇ. Ἔτι δὲ μᾶλλον ἐπαινεσάσης αὐτὸν ἐκείνης, προϊὼν τοῖς χρόνοις, ὡς νεανίας ἐγένετο, ἤδη καὶ τὰ μείζονα κλέπτειν ἐπεχείρει. Ληφθεὶς δέ ποτε ἐπ’ αὐτοφώρῳ καὶ περιαγκωνισθεὶς ἐπὶ τὸν δήμιον ἀπήγετο. Τῆς δὲ ἐπακολουθούσης αὐτῷ καὶ στερνοκοπουμένης, εἶπε βούλεσθαί τι αὐτῇ εἰπεῖν πρὸς τὸ οὖς· καὶ ἐπεὶ τάχιστα αὐτῷ προσῆλθε, τοῦ ὠτίου ἐπιλαϐόμενος, κατέδακεν αὐτό. Τῆς δὲ κατηγορούσης αὐτοῦ δυσσέϐειαν, εἴπερ μὴ ἀρκεσθεὶς οἷς ἤδη πεπλημμέληκε, καὶ τὴν μητέρα ἐλωϐήσατο, ἐκεῖνος ὑποτυχὼν εἶπεν· « Ἀλλὰ τότε ὅτε σοι πρῶτον τὴν δέλτον κλέψας ἤνεγκα, εἰ ἐπέπληξάς μοι, οὐκ ἂν μέχρι τούτου ἐχώρησα, ὡς καὶ ἐπὶ θάνατον ἀπάγεσθαι. »