Page:Démosthène - Œuvres complètes, Auger, 1820, tome 6.djvu/377

La bibliothèque libre.
Le texte de cette page a été corrigé et est conforme au fac-similé.
367
ΚΑΤΑ ΚΟΝΩΝΟΣ ΛΟΓΟΣ.


ἀπολοίμην αὐτὸς καὶ εἴ τί μοι ἔστιν ἢ μέλλει ἔσεσθαι. Ἀλλ΄ οὐκ ἐπιορκῶ͵ οὐδ΄ ἂν Κόνων διαρραγῇ.

Ἀξιῶ τοίνυν ὑμᾶς͵ ὦ ἄνδρες δικασταί͵ πάνθ΄ ὅσ΄ ἐστὶν δίκαι΄ ἐπιδείξαντος ἐμοῦ καὶ πίστιν προσθέντος ὑμῖν͵ ὥσπερ ἂν αὐτὸς ἕκαστος παθὼν τὸν πεποιηκότ΄ ἐμίσει͵ οὕτως ὑπὲρ ἐμοῦ πρὸς Κόνωνα τουτονὶ τὴν ὀργὴν ἔχειν͵ καὶ μὴ νομίζειν ἴδιον τῶν τοιούτων μηδὲν ὃ κἂν ἄλλῳ τυχὸν συμβαίη͵ ἀλλ΄ ἐφ΄ ὅτου ποτ΄ ἂν συμβῇ͵ βοηθεῖν καὶ τὰ δίκαι΄ ἀποδιδόναι͵ καὶ μισεῖν τοὺς πρὸ μὲν τῶν ἁμαρτημάτων θρασεῖς καὶ προπετεῖς͵ ἐν δὲ τῷ δίκην ὑπέχειν ἀναισχύντους καὶ πονηροὺς καὶ μήτε δόξης μήτ΄ ἔθους μήτ΄ ἄλλου μηδενὸς φροντίζοντας πρὸς τὸ μὴ δοῦναι δίκην.

Ἀλλὰ δεήσεται Κόνων καὶ κλαήσει. Σκοπεῖτε δὴ πότερός ἐστιν ἐλεινότερος͵ ὁ πεπονθὼς οἷ΄ ἐγὼ πέπονθ΄ ὑπὸ τούτου͵ εἰ προσυβρισθεὶς ἄπειμι καὶ δίκης μὴ τυχών͵ ἢ Κόνων͵ εἰ δώσει δίκην; πότερον δ΄ ὑμῶν ἑκάστῳ συμφέρει ἐξεῖναι τύπτειν καὶ ὑβρίζειν,