Page:Rutebeuf - Oeuvres complètes, recueillies par Jubinal, tome II, 1839.djvu/345

La bibliothèque libre.
Le texte de cette page a été corrigé et est conforme au fac-similé.

τοις γὰρ καὶ ἐξήπλωμαι, καὶ προστρέχω, καὶ ταῖς ἐμαῖς ἀγκάλαις περιθάλπω, καὶ τὰς δεήσεις ἀκούω. Τὰ δὲ εἰς τὸν ϒἱόν μου ἁμαρτήματα, καὶ ἀσεϐήματα ὑμῶν, οὐδὲ ἀνέχομαι ἀκοῦσαι· πολλῶν γὰρ καὶ μεγάλων ἀγώνων καὶ πόνων ἐστὶν, τὸ ἐξιλεώσασθαι τὴν αὐτοῦ ἀγαθότητα, εἰ καὶ λίαν ἐστὶν φιλάνθρωπος. Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτῇ· Ναὶ, δέσποινα εὐλογημένη, ναὶ, προστασία τοῦ γένους τῶν ἀνθρώπων, ναὶ, λιμὴν καὶ ἀντίληψις τῶν εἰς σὲ καταφευγόντων. Οἶδα γὰρ, οἶδα, δέσποινα εὐλογημένη, ὅτι μεγάλως ἔπταισα εἰς σὲ καὶ εἰς τὸν ἐκ σοῦ σαρκωθέντα Θεὸν ἡμῶν, καὶ οὐκ εἰμὶ ἄξιος ἐλέους τυχεῖν. Ἀλλ’ ἔχω ὑπόδειγμα τῶν πρὸ ἐμοῦ πταισάντων αὐτῷ τῷ ϒἱῷ σου καὶ Θεῷ ἡμῶν, καὶ λαϐόντων συγχώρησιν τῶν πλημμελημάτων αὐτῶν διὰ μετανοίας. Εἰ μὴ γὰρ ἦν μετάνοια, πῶς τοὺς Νινευΐτας διέσωσεν ; Εἰ μὴ γὰρ ἦν μετάνοια, πῶς τὴν πόρνην προσεδέξατο ; Εἰ μὴ μετάνοια ἦν, πῶς Δαϐὶδ μετὰ τὸ τῆς προφητείας χάρισμα, μετὰ βασιλείαν, μετὰ δεσποτικὴν μαρτυρίαν, εἰς τὸ βάραθρον τῆς μοιχείας καὶ τοῦ φόνου ἐμπεσὼν, καὶ ῥήματι τὴν μετάνοιαν ἐπιδειξάμενος, οὐ μόνον τῆς ἀφέσεως τῶν τηλικούτων ἔλαχεν ἁμαρτημάτων, ἀλλὰ καὶ πάλιν προεφήτευσεν ; Εἰ μὴ μετάνοια ἦν, πῶς ὁ μακάριος Πέτρος ὑπάρχων τῶν ἀποστόλων ἀρχηγὸς, ὁ πρῶτος μαθητὴς, ὁ στῦλος τῆς ἐκκλησίας, ὁ τὰς κλεῖς τῶν οὐρανῶν παρὰ Θεοῦ δεξάμενος, τὸν δεσπότην Χριστὸν, οὐχ ἅπαξ, οὐδὲ δὶς, ἀλλὰ πρὶς ἀρνησάμενος, καὶ μετὰ ταῦτα κλαύσας πικρῶς, οὐ μόνον τὴν ἄφεσιν τοῦ τηλικούτου πταίσματος ἔλαϐεν, ἀλλὰ καὶ μείζονος ἠξιώθη τιμῆς, ποιμὴν γενόμενος τῶν τοῦ Χριστοῦ λογικῶν προϐάτων ; Εἰ μὴ μετάνοια ἦν, πῶς τὸν τελώνην εὐαγγελιστὴν ἐποίησεν ; Εἰ μὴ μετάνοια ἦν, πῶς τὸν Ζακχαῖον καὶ αὐτὸν ὄντα ἀρχιτελώνην ἐδέξατο ; Εἰ μὴ μετάνοια ἦν, πῶς ὁ μακάριος Παῦλος ἀπὸ διωκτῶν σκεῦος ἐκλογῆς ἐγένετο ; Εἰ μὴ μετάνοια ἦν, πῶς τὸν παρὰ Κορινθίοις πορνεύσαντα προσληφθῆναι ὁ Ἀπόστολος ἐπέτρεψεν, λέγων· Ἵνα μὴ πλεονεκτηθῶμεν ὑπὸ τοῦ σατανᾶ ; Εἰ μὴ μετάνοια ἦν, πῶς ὁ τοσαῦτα δράσας κακὰ Κυπριανὸς, ὅστις καὶ τὰς ἐν γαστρὶ ἐχούσας ἔτεμεν, καὶ ὅλον τὸν διάϐολον ἦν ἠμφιεσμένος, καὶ διὰ τῆς