Page:Rutebeuf - Oeuvres complètes, recueillies par Jubinal, tome II, 1839.djvu/353

La bibliothèque libre.
Le texte de cette page a été corrigé et est conforme au fac-similé.

θριον καὶ τὸν ἐν αὐτῷ προκαθεζόμενον. Καὶ λέγει ὁ διάϐολος πρὸς τὸν Ἰουδαῖον· Τοῦτον τὸν ἄνθρωπον τί ἡμῖν ἤγαγες ἐνταῦθα ; Ἀπεκρίθη ὁ θεομίσητος Ἰουδαῖος καὶ λέγει· Ἤγαγον αὐτὸν, δέσποτά μου, πρὸς σὲ, ἀδικούμενον ὑπὸ τοῦ ἐπισκόπου αὐτοῦ· καὶ ζητεῖ τὴν παρὰ σοῦ ἀντίληψιν καὶ βοήθειαν. Λέγει αὐτῷ ὁ ἄρχων ἐκεῖνος· Ποίαν βοήθειαν ἔχω αὐτῷ δοῦναι, δουλεύοντι τῷ Θεῷ (in margine αὐτοῦ). Εἰ δὲ ὄντως θέλει ἐμὸς εἶναι δοῦλος, καὶ ἐν τοῖς ἐμοῖς καταταγῆναι, ἐγὼ αὐτὸν βοηθῶ, ἵνα πλεῖον τοῦ πρώην ποιεῖν, καὶ κελεύειν πᾶσιν, οὐ μὴν ἀλλὰ καὶ τοῦ ἐπισκόπου αὐτοῦ. Τούτων οὕτως λεχθέντων, λέγει ὁ Ἰουδαῖος τῷ ἀπὸ οἰκονόμων Θεοφίλῳ· Ἤκουσας τί εἶπεν ὁ ἄρχων ; Λέγει αὐτῷ ὁ Θέοφιλος· Ναὶ, ἤκουσα, καὶ ποιήσω, εἴ τι κελεύσει με. Καὶ εὐθέως ἤρξατο προσπίπτειν καὶ καταφιλεῖν τοὺς πόδας τοῦ ἄρχοντος ἐκείνου. Τότε ὁ διάϐολος λέγει τῷ προδότῃ· Ἵνα ἀρνήσηται Θεόφιλος ὁ ἀπὸ οἰκονόμων τὸν υἱὸν τῆς λεγομένης Μαρίας, καὶ ἐκείνην αὐτὴν· πάνυ γὰρ μυσάττομαι αὐτούς. Καὶ ὅσα θέλει καὶ βούλεται, ἀνύει παρ’ ἐμοῦ, μόνον ἀπαρνήσηται αὐτούς. Ὁ δὲ Θεόφιλος ἀκούσας ταῦτα, εἶπεν πρὸς αὐτόν· Ποιῶ πάντα ὅσα ἂν κελεύῃ μοι, μόνον τύχω τοῦ ποθουμένου. Ἅμα δὲ τῷ λόγῳ τούτῳ δράσσεται ὁ δόλιος τοῦ γένους τῶν ἀνθρώπων διάϐολος τοῦ πώγωνος τοῦ ἀπὸ οἰκονόμων Θεοφίλου χαριέντως, καὶ ἤρξατο καταφιλεῖν αὐτὸν στόμα πρὸς στόμα, καὶ λέγει αὐτῷ· Χαῖρε ἀπὸ τοῦ νῦν, γνήσιέ μου φίλε καὶ πιστότατε. Τότε εἰσῆλθεν εὐθέως εἰς αὐτὸν ὁ σατανᾶς· καὶ συνέμενος τῷ διαϐόλῳ, ἠρνήσατο τὸν Χριστὸν καὶ τὴν ὑπεραγίαν Θεοτόκον, καὶ ποιήσας ἐγγράφως τὴν ἄρνησιν αὐτοῦ ἐν χάρτῃ, ἐσφράγισεν κηρῷ, καὶ ἐπιδέδωκεν τῷ ἄρχοντι. Καὶ ἀσπασάμενοι ἀλλήλους, ἀνεχώρησαν ἀμφότεροι ἀπὸ τοῦ ἄρχοντος, ὅ τε ἀπὸ οἰκονόμων Θεόφιλος, καὶ ὁ προδότης, μετὰ πολλῆς τῆς ἐπ’ ἀπωλείας χαρᾶς αὐτοῖς γινομένης, ἐκ τοῦ ἱπποδρόμου. Τῇ οὖκ ἐπαύριον, ὡς οἶμαι, ἐκ θείας οἰκονομίας κινηθεὶς ὁ ἐπίσκοπος μεταμεμέληται, καὶ μηνύσας τὸν ἀπὸ οἰκονόμων Θεόφιλον, ἤγαγεν αὐτὸν ἐν τῷ ἐπισκοπείῳ μετὰ πάσης τιμῆς καὶ σπουδῆς. Καὶ διαδεξάμενος ὅνπερ