Page:Rutebeuf - Oeuvres complètes, recueillies par Jubinal, tome II, 1839.djvu/354

La bibliothèque libre.
Le texte de cette page a été corrigé et est conforme au fac-similé.

αὐτὸς ἐποίησεν οἰκονόμον, κατὰ παρουσίαν τοῦ κλήρου καὶ πάντων τῶν πολιτῶν, δίδωσιν αὐτῷ πᾶσαν αὐθεντείαν καὶ διοίκησιν τῆς ἁγιωτάτης ἐκκλησίας καὶ τῶν ὑπ’ αὐτῆς κτίσεων (l. κτήσεων), ἀλλὰ μὴν καὶ τῆς πόλεως, περί τε τοὺς ἀγοραίους καὶ κτήτορας κατὰ τὸ διπλοῦν τῆς πρώην τιμῆς, ἐπὶ πάντων ἀπολογουμένου τοῦ ἁγιωτάτου ἐπισκόπου τῷ Θεοφίλῳ, καὶ λέγοντος· Συγχώρησόν μοι, ἀδελφὲ, ὅτι ἥμαρτόν σοι, διαδεξάμενος τὴν σὴν ὁσιότητα καὶ ἱκανότητα, προϐαλόμενος τὸν ἀνίκανον τοῦτον καὶ ἀποίητον· ἅμα δὲ τῷ λόγῳ καὶ βάλλων αὐτῷ μετάνοιαν, καὶ πάλιν λέγων, ὅτι Συγχώρησόν μοι διὰ τὸν Κύριον, εἴ τι δ’ ἂν πέπραχα εἰς σέ. Καὶ τούτων πάντων οὕτως προϐεϐηκότων, ἤρξατο διοικεῖν ὁ αὐτὸς οἰκονόμος ὡς καὶ πρώην, καὶ ἐπαίρεσθαι ἐπὶ πάντας. Ὅθεν ἅπαντες μετὰ φόϐου καὶ τρόμου ὑπήκουον αὐτῷ καὶ ὑπούργον (l. ὑπούργουν)· ἀλλὰ μὴν καὶ αὐτὸν τὸν ἐπίσκοπον πτοεῖσθαι αὐτὸν καὶ ὑποστέλλεσθαι ἕως χρόνου τινός. Ὁ δὲ ἄχρηστος καὶ πανάθλιος Ἰουδαῖος, ὁ καὶ μάγος, συνεχῶς ἀπερχόμενος κρυπτῶς πρὸς τὸν οἰκονόμον Θεόφιλον, ἔλεγεν αὐτῷ· Εἶδες, δέσποτά μου, πῶς εὗρες εὐεργεσίαν μεγίστην ἐξ ἡμῶν καὶ τοῦ πάτρωνος ἡμῶν, καὶ ταχίστην θεραπείαν παρ’ αὐτοῦ ἐφ’ οἷς αἰτήσω (in margine ἠτή-) αὐτὸν ; Ὁ δὲ οἰκονόμος Θεόφιλος ἔλεγεν αὐτῷ· Ναὶ, ὄντως εὗρον, καὶ πάνυ εὐχαριστῶ τῇ ὑμετέρᾳ συνδρομῇ. Ὁ δὲ πάντων πλάστης καὶ δημιουργὸς ἡμῶν Θεὸς, ὁ μὴ βουλόμενος τὸν θάνατον ἡμῶν τῶν ἁμαρτωλῶν, ἀλλὰ τὴν ἐπιστροφὴν καὶ τὴν μετάνοιαν ἡμῶν πάντοτε ἐκζητῶν, μνησθεὶς τῆς πρώην αὐτοῦ διαγωγῆς καὶ ἐνθέου πολιτείας, ἐν οἷς διηκόνησεν τῇ ἁγιωτάτῃ αὐτοῦ ἐκκλησίᾳ, οὐ μὴν ἀλλὰ καὶ χήραις καὶ ὀρφανοῖς καὶ πένησι ἀφθόνως καὶ χρηστῶς διακονήσας, οὐ παρεῖδεν αὐτὸν, ἀλλὰ δίδωσιν αὐτὸν (in margine -τῷ) μετάνοιαν, τὴν ἔνθεον ἐπιστροφήν. Καὶ εἰς ἑαυτὸν ἐλθὼν ἐκ τῆς ποσαύτης ἐπάρσεως καὶ ἀρνήσεως, καὶ ἀνανίψας (in margine est correctura, sed atramento tam pallido scripta, ut legi nequeat ; haud dubiè ἀνανήψας), ἤρξατο ταπεινοῦν τὸν ἑαυτοῦ λογισμὸν, καὶ θλίϐεσθαι, καὶ ἀδολεσχεῖν, ἐφ’ οἷς κακῶς πέπραχεν· καὶ λοιπὸν ἐν νη-