Page:Rutebeuf - Oeuvres complètes, recueillies par Jubinal, tome II, 1839.djvu/360

La bibliothèque libre.
Le texte de cette page a été corrigé et est conforme au fac-similé.

πον, τὸν δι’ ἡμᾶς τοὺς ἁμαρτωλοὺς πάθος καταδεξάμενον καὶ ἐμπτύσματα, καὶ ἐν τῷ ζωοποιῷ ξύλῳ τοῦ σταυροῦ τὰς χεῖρας διαπετάσαντα· ὁ ποιμὴν ὁ καλός· ὁ θεὶς τὴν ψυχὴν ὑπὲρ τῶν προϐάτων· καὶ ταφέντα καὶ ἀναστάντα, καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς μετὰ σαρκὸς τῆς ἐκ σοῦ τῆς ἁγνῆς προσληφθείσης, καὶ ἐρχόμενον μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκροὺς, καὶ ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Ταῦτα ὁμολογῶ, καρδίᾳ καὶ ψυχῇ καὶ στόματι, καὶ σέϐω καὶ προσκυνῶ καὶ ἀσπάζομαι. Καὶ μετὰ ταύτης τῆς ἐκτενοῦς καὶ ὁλοψύχου μου ὁμολογίας δέομαι, προσάγαγέ με, δέσποινα, τῷ ἐκ σοῦ τῆς ἁγίας καὶ κοσμοποθήτου Θεοτόκου τεχθέντι Σωτῆρι Χριστῷ· καὶ μὴ βδελύξῃ με τὸν ταλαίπωρον, μηδὲ παρίδῃς τὴν δέησίν μου τοῦ ἁμαρτωλοῦ καὶ συναρπασθέντος ὑπὸ τοῦ πονηροῦ ἐχθροῦ, ἀλλὰ ἐλευθέρωσόν με ἐκ τῶν συνεχουσῶν με ἀνομημάτων καὶ θλίψεων, ἵνα μετὰ πάντων κἀγὼ εὐχαριστηρίους ὕμνους ἀναπέμψω τῶν (l. τῷ) ἐκ σοῦ τῆς ἁγίας καὶ παμμακαρίστου τεχθέντι Θεῷ ἡμῶν. Καὶ τούτων οὕτως προϐάντων, καὶ ὡς πληροφορίαν τινὰ παρ’ αὐτοῦ δεξαμένη ἡ ὑπεραγία Θεοτόκος, ἡ καταφυγὴ τῶν θλιϐομένων, ἡ ἐλπὶς καὶ προστασία τοῦ γένους τῶν Χριστιανῶν, ἡ πρεσϐεύουσα πάντοτε ὑπὲρ τῶν ἁμαρτωλῶν, λέγει αὐτῷ· Ἰδοὺ ἐγὼ διὰ τὸ βάπτισμα, ὅ ἔλαϐες διὰ τοῦ υἱοῦ μου καὶ Θεοῦ Ἰησοῦ Χριστοῦ, καὶ διὰ τὴν πολλήν μου καὶ ἄφατον στοργὴν, ἣν πρὸς ὑμᾶς τοὺς Χριστιανοὺς κέκτημαι, πιστεύουσά σοι προσέρχομαι, καὶ παρακαλῶ αὐτὸν ὑπὲρ σοῦ, ὅπως προσδέξηταί σε (correctura in margine omnino evanuit). Καὶ ταῦτα (fortasse huc referenda illa correctura) οὕτως συμφωνηθέντων, καὶ ἡμέρας γεγενημένης, ἡ φανεῖσα αὐτῷ πορφυροφόρος ἁγία ἄφαντος ἐγένετο ἀπ’ αὐτοῦ. Μετὰ δὲ τὴν αὐτὴν ἡμέραν, ἐπὶ πλεῖον τοῦ οἰκονόμου δεομένου εἰλικρινῶς, καὶ τὸ πρόσωπον αὐτοῦ τύπτοντος ἐπὶ τῆς γῆς· καὶ ἐν τῷ πανσέπτῳ ναῷ τῆς ἁγίας πανυμνήτου Θεοτόκου ἄσιτος διατελῶν, καὶ μήτε ὕπνῳ ἀναπαυόμενος, μήτα τοῦ ἐδάφους ἀνιστάμενος, ἀλλὰ καὶ δάκρυσι τὸν τόπον πλημμυρίζων, οὐκ ἀφίστατο, ἀτενίζων εἰς τὸν τίμιον καὶ ἅγιον χαρακτῆρα τῆς πανευδόξου δεσ-