Page:Tolstoï - Œuvres complètes, vol21.djvu/365

La bibliothèque libre.
Le texte de cette page a été corrigé et est conforme au fac-similé.

Ἐν ῷ γὰρ ϰρίματι ϰρίνετε, ϰριθήσεσθε· ϰαὶ ἐν ᾦ μέτρῳ μετρεῖτε, ἀντιμετρηθήσεται ὑμῖν.

Τί δέ βλέπεις τό ϰάρφος τό ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου, τὴν δέ ἐν τῷ σῷ ὀφθαλμῷ δοϰὸν οὐ ϰατανοεῖς ;

Ἤ πῶς ἐρεῖς τῷ ἀδελφῷ σου· Ἅφες ἐϰβάλω τό ϰάρφος ἀπὸ τοῦ ὀφθαλμῷ σου, ϰαὶ ἰδού ἡ δοϰός ἐν τῷ ὀφθαλῷ σου ;

Ὑποϰριτά, ἔϰβαλε πρῶτον τὴν δοϰόν ἐϰ τοῦ ὀφθαλμοῦ σου, ϰαὶ τότε διαβλέψεις ἐϰβαλεῖν τὸ ϰάρφος ἐϰ τοῦ ὀφθαλμοῦ τοῦ ἀδελφοῦ σου.

Εἶπε δέ παραβολήν αὐτοῖς· Μήτι δύναται τυφλὸς τυφλὸν ὁδηγεῖν, οὐχί ἀμφότεροι εἰς βόθυνον πεσοῦνται ;

Οὐϰ ἔστι μαθητής ὑπέρ τόν διδάσϰαλον αὐτοῦ· ϰατηρτισμένος δέ πᾶς ἔσται ὡς ὁ διδάσϰαλος αὐτοῦ.

Οὐ γὰρ ἐστι δένδρον ϰαλόν, ποιοῦν ϰαρπόν σαπρόν. οὐδέ δένδρον σαπρόν, ποιοῦν ϰαρπόν ϰαλόν.

Ἔϰαστον γὰρ δένδρον ἐϰ τοῦ ἰδίου ϰαρποῦ γινώσϰεται.

Ὁ ἀγαθός ἄνθρωπος ἐϰ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς ϰαρδίας ἐϰβάλλει τὰ ἀγαθα· ϰαὶ ὁ πονηρὸς ἄνθρωπος ἐϰ τοῦ πονηροῦ ἐϰβάλλει πονηρά.

Μή δῳτε τό ἄγιον τοῖς ϰυσί, μηδὲ βάλητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων, μήποτε ϰαταπατήσωσιν αὐτούς ἐν τοῖς ποσίν αὐτῶν ϰαὶ σταφέντες ῥήζωσιν ὑμᾶς.

Προσέχετε δὲ ἀπὸ τῶν ψευδοπροφητῶν, οἴτινες ἔρχονται πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων, ἔσωθεν δέ εἰσι λύϰοι ἄρπαγες.

Γεννήματα ἐχιδνῶν, πῶς δύνασθε ἀγαθά λαλεῖν, πονηροί ὅντες ; ἐϰ γὰρ τοῦ περισσεύματος τῆς ϰαρδίας τὸ στὸμα λαλεῖ.

Λέγω δέ ὑμῖν, ὅτι πᾶν ῥῆμα ἀργόν, ὅ ἐάν λαλήσωσιν οἱ ἄνθρωποι, ἀποδώσουσι περὶ αὐτοῦ λόγον ἐν ἡμέρα ϰρίσεῶς.

Ἐϰ γὰρ τῶν λόγων σου διϰαιωθήσῃ, ϰαὶ ἐϰ τῶν λόγων σου ϰαταδιϰασθήσῃ.


Matthieu, v, 38. Vous avez entendu qu’il a été dit : œil pour œil et dent pour dent. (Exode, xxi, 24.) Vous avez entendu qu’il a été dit : œil pour œil, dent pour dent 1).
39. Luc, vi, 29.) Mais moi Et moi je vous dis : Ne