Page:Tolstoï - Œuvres complètes, vol21.djvu/417

La bibliothèque libre.
Sauter à la navigation Sauter à la recherche
Le texte de cette page a été corrigé et est conforme au fac-similé.


La fausse richesse et la vraie.

Μὴ θησαυρίζετε ὑμῖν θησαυροὺς ἐπὶ τῆς γὴς, ὅπου σὴς ϰαὶ βρῶσις ἀφανίζει, ϰαὶ ὄπου ϰλέτται διορύσσουσι ϰαὶ ϰλέπτουσι.

Θησαυῥζετε δὲ ὑμῖν θησαυρούς ἐν οὐρανῷ, ὅπου οὔτε βρῶσις ἀφανίζει, ϰαὶ ὄπου ϰλέμται οὐ διοφύσσουσιν, οὐδέ ϰλέπτουσιν.

Ὄπου γὰρ ἐστιν ὁ θησαυρός ὑμῶν, ἐϰεῖ ἔσται ϰαὶ ἡ ϰαρδία ὑμῶν.

Ὁ λυχνος τοῦ σώματος ἐστιν ὁ ὀφθαλμός· ἐὰν οὖν ὁ ὀφθαλμός σου ἁπλοῦς ἦ, ὅλον τὸ σῶμά σου φωτεινὸν ἔσται.

Ἐάν δὲ ὁ ὀφθαλμὸς· σου πονηρός ἦ, ὅλον τὸ σῶμα σο σϰοτεινόν ἔσται· εἰ οὖν τὸ φῶς, τὸ ἐν σοὶ, σϰότος ἐστὶ, τὸ σϰότος πὸσον ;

Οὐδείς δύναται δυσὶ ϰυρίοις δουλεύειν· ἤ γὰρ τὸν ἔνα μισήσει, ϰαὶ τὸν ἔτερον ἀγαπήσει, ἦ ἑνὸς ἀνθέξεται, ϰαὶ, τοῦ ἑτέρου ϰαταφρονήσει· οὐ δύνασθε θεῷ δουλεύειν ϰαὶ μαμμωνᾷ.

Ὁρᾶτε ϰαῖ φυλάσσεσθε ἀπὸ τὴς πλεονεξίας· ὅτι οὐϰ ἐν τῷ περισσεύειν τινὶ ἡ ζωὴ αὐτοῦ ἐστιν ἐϰ τῶν ὑπαρχόντων αὐτοῦ.

Τί γὰρ ὠφεγεῖται ἀνθρωπος, ἐάν τόν ϰόσμον ὄλον ϰερδήση, τὴν δὲ ψυχὴν αὐτοῦ ξημιωθῆ ; ἤ τὶ δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ ;

Διὰ τοῦτο λέγω ὑμῖν. Μὴ μεριμνᾶτε τῇ ψυχῆ ὑμῶν, τί φὰγητε ϰαὶ τί πίητε· μηδὲ τῷ σῶματι ὑμῶν, τί ἐνδύσησθε. Οὐχὶ ἡ ψϰχῆ πλεῖόν ἐστι τῆς τροφῆς, ϰαὶ τό σῶμα τοῦ ἐνδύματος ;

Ἐμβλέψατε εἰς τὰ πετεινά τοῦ οὐρανοῦ, ὅτι οὐ σπείρουσιν, οὐδέ θερίζουσιν, οὐδέ συνάγουσιν εἰς ἀποθήϰας· ϰαὶ ὁ πατὴρ ὑμῶν οὐράνιος τρέφει αὐτά· οὐχ ὑμεῖς μᾶλλον διαφέρετε αὐτῶν ;

Τίς δὲ ἔξ ὑμῶν μεριμνῶν δύναται προσθεῖναι ἐπί τὴν ἡλιϰίαν αὐτοῦ πῆχυν ἔνα ;

Καὶ περὶ ἐνδύματος τί μεριμνᾶτε ; ϰαταμάθετε τὰ ϰρίνα τοῦ ἀγροῦ, πῶς αὐξάνει· οὐ ϰοπιᾶ, οὐδέ νὴθει.

Λέγω δὲ ὑμῖν, ὅτι οὐδέ Σολυμών ἐν πάσῃ τῆ δόξη αὐτοῦ περιεβάλετο ὡς ἔν τούτων.

Εἰ δὲ τὸν χόρτον τοῦ ἀγροῦ, σήμερον ὄντα, ϰαὶ αὔριον εἰς