Aller au contenu

Page:Eusèbe - Histoire Ecclésiastique (Trad. Grapin) - Tome 2.pdf/206

La bibliothèque libre.
Cette page n’est pas destinée à être corrigée.
192
livre sixième, xiii, 8 — xiv, 2

i, 72, 150, 147, 141, 183], ὡς ἂν τούτων ἁπάντων ἐγγράφως πρεσβύτερον τῆς παρ’ Ἕλλησιν ἀρχαιογονίας Μωυσέκ τε καὶ τὸ Ἰουδαίων γένος ἀποδειξάντων. [8] Καὶ ἄλλης δὲ πλείστης χρηστομαθείας ἔμπλεῳ οἱ δηλούμενοι τυγχάνουσιν τοῦ ἀνδρὸς λόγοι· ὧν ἐν τῷ πρώτῳ περὶ ἑαυτοῦ δηλοῖ ὡς ἔγγιστα τῆς τῶν ἀποστόλων γενομένου διαδοχής [Strom., i, 11], ὑπισχνείται δ’ ἐν αὐτοῖς καὶ εἰς · τὴν Γένεσιν ὑπομνηματιεῖσθαι. [Strom., i, 95; iv, 3; vi, 168]. [9] Καὶ ἐν τῷ λόγῳ δὲ αὐτοῦ τῷ Περὶ τοῦ πάσχα ἐκβιασθήναι ὁμολογεῖ πρὸς τῶν ἑταίρων ἃς ἔτυχεν παρὰ τῶν ἀρχαίων πρεσβυτέρων ἀκηκοώς παραδόσεις γραφή τοῖς μετὰ ταῦτα παραδούναι, μέμνηται δ’ ἐν αὐτῷ Μελίτωνος καὶ Εἰρηναίου καί τινων ἑτέρων, ὧν καὶ τὰς διηγήσεις τέθειται.

ΙΔʹ

[1] Ἐν δὲ ταῖς ὑποτυπώσεσιν ξυνελόντα εἰπεῖν πάσης τῆς ἐνδιαθήκου γραφῆς ἐπιτετμημένας πεποίηται διηγήσεις, μηδὲ τὰς ἀντιλεγομένας παρελθών, τὴν Ἰούδα λέγω και τὰς λοιπάς καθολικὰς ἐπιστολὰς τήν τε Βαρναβά, καὶ τὴν Πέτρου λεγομένην Αποκάλυψιν. [2] Καὶ τὴν πρὸς Ἑβραίους δὲ ἐπιστολὴν, Παύλου μὲν εἶναί φησιν, γεγράφθαι δὲ Εδραίοις Εβραϊκή φωνή, Λουκᾶν δὲ φιλοτίμως αὐτὴν μεθερμηνεύσαντα ἐκδοῦναι τοῖς Ἕλλησιν, ὅθεν τὸν αὐτὸν χρῶτα εὑρίσκεσθαι κατὰ τὴν ἑρμηνείαν ταύτης τε της