Page:Eusèbe - Histoire Ecclésiastique (Trad. Grapin) - Tome 2.pdf/98

La bibliothèque libre.
Cette page n’est pas destinée à être corrigée.
84
LIVRE CINQUIÈME, XIV — xvi, 1

ΙΔʹ

Μισόκαλός γε μὴν ἐς τὰ μάλιστα καὶ φιλοπόνηρος ὧν ὁ τῆς ἐκκλησίας τοῦ θεοῦ πολέμιος μηδένα τε μηδαμῶς τῆς κατὰ τῶν ἀνθρώπων ἀπολιπὼν ἐπιβουλῆς τρόπον, αιρέσεις ξένας αὖθις ἐπιφύεσθαι κατὰ τῆς ἐκκλησίας ενήργει· ὧν οἱ μὲν ἰοβόλων δίκην ἑρπετῶν ἐπὶ τῆς ᾿Ασίας και Φρυγίας εἶρπον, τὸν μὲν δὴ παράκλητου Μοντανόν, τὰς δ’ἐξ αὐτοῦ γυναίκας, Πρίσκιλλαν καὶ Μαξίμιλλαν, ὡς ἂν τοῦ Μοντα νοῦ προφήτιδας γεγονυίας αὐτοῦντες.

IEʹ

Οἳ δ᾽ ἐπὶ Ῥώμης ήκμαζον, ὧν ἡγεῖτο Φλωρίνος, πρεσ βυτερίου τῆς ἐκκλησίας ἀποπεσών, Βλάστος τε σὺν τούτῳ, παραπλησίῳ πτώματι κατεσχημένος· οἳ καὶ πλείους τῆς ἐκκλησίας περιέλκοντες ἐπὶ τὸ σφῶν ὑπῆγαν βούλημα, θάτερος ἰδίως περὶ τὴν ἀλήθειαν νεωτερίζειν πειρώμενος.

ΙϚʹ

[1] Πρὸς μὲν οὖν τὴν λεγομένην κατά Φρύγας αἵρεσιν ὅπλον