Aller au contenu

Page:Eusèbe - Histoire Ecclésiastique (Trad. Grapin) - Tome 2.pdf/148

La bibliothèque libre.
Cette page n’est pas destinée à être corrigée.
livre cinquième, xxvii, 1 — xxviii, 3

τὴν ὕλην, τά τε Κανδίδου εἰς τὴν ἐξαήμερον, καὶ ᾿Απίωνος εἰς τὴν αὐτὴν ὑπόθεσιν, ὁμοίως Σέξτου περί ανα στάσεως, καὶ ἄλλη τις ὑπόθεσις 'Αραδιανοῦ, καὶ μυρίων ἄλλων, ὧν διὰ τὸ μηδεμίαν ἔχειν ἀφορμὴν οὐχ οἷόν τε οὔτε τοὺς χρόνους παραδούναι γραφῇ οὔθ᾽ ἱστορίας μνή μην υποσημήνασθαι. Καὶ ἄλλων δὲ πλείστων, ὧν οὐδὲ τὰς προσηγορίας καταλέγειν ἡμῖν δυνατόν, ἦλθον εἰς ἡμᾶς λόγοι, ὀρθοδόξων μὲν καὶ ἐκκλησιαστικῶν, ὡς γε δὴ ἡ ἑκάστου παραδείκνυσιν τῆς θείας γραφῆς ἑρμηνεία, αδήλων δ' ὅμως ἡμῖν, ὅτι μὴ τὴν προσηγορίαν ἐπάγεται τῶν συγ γραψαμένων.

ΚΗʹ

[1] Τούτων ἔν τινος σπουδάσματι κατὰ τῆς ᾿Αρτέμωνος αἱρέσεως πεπονημένῳ, ἣν αὖθις ὁ ἐκ Σαμοσάτων Παύλος καθ' ἡμᾶς ἀνανεώσασθαι πεπείραται, φέρεται τις διήγησις ταῖς ἐξεταζομέναις ἡμῖν προσήκουσα ἱστορίαις. [2] Την γάρ τοι δεδηλωμένην αἵρεσιν ψιλὸν ἄνθρωπον γενέσθαι τὸν σωτήρα φάσκουσαν οὐ πρὸ πολλοῦ τε νεωτερισθεῖσαν διευ θύνων, ἐπειδὴ σεμνύνειν αὐτὴν ὡς ἂν ἀρχαίαν οἱ ταύτης ἤθελον εἰσηγηταί, πολλὰ καὶ ἄλλα εἰς ἔλεγχον αὐτῶν τῆς βλασφήμου ψευδηγορίας παραθεὶς ὁ λόγος ταῦτα κατά λέξιν ἱστορεί· [3] « Φασὶν γὰρ τοὺς μὲν προτέρους ἅπαντας καὶ αὐτοὺς τοὺς ἀποστόλους παρειληφέναι τε καὶ δεδιδαχέναι