Aller au contenu

Page:Eusèbe - Histoire Ecclésiastique (Trad. Grapin) - Tome 2.pdf/204

La bibliothèque libre.
Cette page n’est pas destinée à être corrigée.
190
livre sixième, xiii, 3-7

τρεπτικὸς τρεῖς τε οἱ τοῦ ἐπιγεγραμμένου Παιδαγωγού καὶ Τις ὁ σωζόμενος πλούσιος οὕτως ἐπιγραφεὶς ἕτερος αὐτοῦ λόγος τό τε Περὶ τοῦ πάσχα σύγγραμμα και διαλέξεις Περί νηστείας καὶ Περὶ καταλαλιᾶς καὶ ὁ Προτρε πτικὸς εἰς ὑπομονὴν ἢ πρὸς τοὺς νεωστὶ βεβαπτισμένους και ὁ ἐπιγεγραμμένος Κανὼν ἐκκλησιαστικὸς ἢ πρὸς τοὺς Ἰουδαίζοντας, ὃν ᾿Αλεξάνδρῳ τῷ δεδηλωμένῳ ἐπισκόπῳ ἀνατέθεικεν.

[4] Ἐν μὲν οὖν τοῖς Στρωματεύσιν οὐ μόνον τῆς θείας κατάστρωσιν πεποίηται γραφῆς, ἀλλὰ καὶ τῶν παρ' Ἕλλη σιν, εἴ τι ἄρα ὠφέλιμον ἐδόκει καὶ αὐτοῖς εἰρήσθαι, μνημονεύει τῶν τε παρὰ τοῖς πολλοῖς δογμάτων, τὰ Ἑλλήνων ὁμοῦ καὶ τὰ βαρβάρων ἀναπτύσσων [5] καὶ ἔτι τὰς τῶν αἱρε σιαρχῶν ψευδοδοξίας εὐθύνων, ἱστορίαν τε πολλὴν ἐξαπλοί, ὑπόθεσιν ἡμῖν πολυμαθούς παρέχων παιδείας. Τούτοις ἅπασιν καταμίγνυσιν καὶ τὰ φιλοσόφων δόγματα, όθεν εἰκότως κατάλληλον τῇ ὑποθέσει καὶ τὴν προγραφὴν τῶν Στρωματέων πεποίηται. [6] Κέχρηται δ' ἐν αὐτοῖς καὶ ταῖς ἀπὸ τῶν ἀντιλεγομένων γραφῶν μαρτυρίαις, τῆς τε λεγομένης Σολομώνος Σοφίας καὶ τῆς Ἰησοῦ τοῦ Σιράχ καὶ τῆς πρὸς Ἑβραίους ἐπιστολῆς τῆς τε Βαρναβα καὶ Κλήμεντος καὶ Ἰούδα, [7] μνημονεύει τε τοῦ πρὸς Ἕλληνας Τατιανοῦ λόγου και Κασσιανοῦ ὡς καὶ αὐτοῦ χρονογραφίαν πεποιημένου [Clem., Strom., 1, 101], ἔτι μην Φίλωνος καὶ ᾿Αριστοβούλου Ιωσήπου τε καὶ Δημητρίου καὶ εὐπολέμου, Ἰουδαίων συγγραφέων [Strom.,