Aller au contenu

Page:Eusèbe - Histoire Ecclésiastique (Trad. Grapin) - Tome 2.pdf/90

La bibliothèque libre.
Cette page n’est pas destinée à être corrigée.
76
LIVRE CINQUIÈME, XI, 3-5

αὐτὸν καὶ τῶν Στρωματέων ἐν πρώτῳ συγγράμματι αινίτ τεσθαί μοι δοκεῖ, ὅτε τοὺς ἐμφανεστέρους ἧς κατείληφεν ἀποστολικῆς διαδοχῆς ἐπισημηνάμενος ταῦτά φησιν [CLEM., Strom., 1, 11].

« [3] Ηδη δὲ οὐ γραφὴ εἰς ἐπίδειξιν τετεχνασμένη ἥδε ἡ πραγματεία, άλλά μοι ὑπομνήματα εἰς γῆρας θησαυρί ζεται, λήθης φάρμακον, εἴδωλον ἀτεχνῶς καὶ σκιαγραφία τῶν ἐναργῶν καὶ ἐμψύχων ἐκείνων ὧν κατηξιώθην ἐπακού σαι λόγων τε καὶ ἀνδρῶν μακαρίων καὶ τῷ ὄντι ἀξιολόγων. [4] Τούτων ὃ μὲν ἐπὶ τῆς Ἑλλάδος, ὁ Ἰωνικός, ὃ δὲ ἐπὶ της μεγάλης Ἑλλάδος, τῆς Κοίλης ἕτερος αὐτῶν Συρίας ἦν, ὃ δὲ ἀπ' Αἰγύπτου, ἄλλοι δὲ ἀνὰ τὴν ἀνατολήν, καὶ ταύτης ὃ μέν τις τῶν ᾿Ασσυρίων, ὃ δὲ ἐν τῇ Παλαιστίνῃ Ἑβραῖος ἀνέκαθεν · ὑστάτῳ δὲ περιτυχών, δυνάμει δὲ ἄρα πρῶτος ἦν, ἀνεπαυσάμην, ἐν Αἰγύπτῳ θηράσας λεληθότα. [5] 'Αλλ' οἱ μὲν τὴν ἀληθῆ τῆς μακαρίας σώζοντες διδα σκαλίας παράδοσιν εὐθὺς ἀπὸ Πέτρου καὶ Ἰακώβου, Ιωάν- νου τε και Παύλου τῶν ἁγίων ἀποστόλων παῖς παρὰ πατρὸς ἐκδεξάμενος (ὀλίγοι δὲ οἱ πατράσιν όμοιοι), ἧκον δὴ σὺν θεῷ καὶ εἰς ἡμᾶς, τὰ προγονικὰ ἐκεῖνα καὶ ἀποστο λικά καταθησόμενοι σπέρματα. »