Page:Eusèbe - Histoire Ecclésiastique (Trad. Grapin) - Tome 2.pdf/96

La bibliothèque libre.
Cette page n’est pas destinée à être corrigée.
82
LIVRE CINQUIÈME, XIII, 6-9

ἀγαθοῖς εὑρίσκωνται· τὸ δὲ πάντων ἀσαφέστατον ἐδογμα τίζετο αὐτῷ πράγμα, καθώς προειρήκαμεν, τὸ περὶ Θεοῦ. Ἔλεγεν μὲν γὰρ μίαν ἀρχὴν καθὼς καὶ ὁ ἡμέτερος λόγος. »

[6] Εἶτα προθεὶς αὐτοῦ πᾶσαν τὴν δόξαν, ἐπιφέρει φάσκων· « Λέγοντος δὲ πρὸς αὐτόν· « πόθεν ἡ ἀπόδειξις αὕτη κ σοι, ἢ πῶς δύνασαι λέγειν μίαν ἀρχήν ; φράσον ἡμῖν », ἔφη τὰς μὲν προφητείας ἑαυτὰς ἐλέγχειν διὰ τὸ μηδὲν ὅλως ἀληθὲς εἰρηκέναι· ἀσύμφωνοι γὰρ ὑπάρχουσι καὶ ψευδείς καὶ ἑαυταῖς ἀντικείμεναι. Τὸ δὲ πῶς ἐστιν μία ἀρχή, μὴ γινώσκειν ἔλεγεν, οὕτως δὲ κινεῖσθαι μόνον. [7] Είτ' ἐποι μεσαμένου μου τἀληθὲς εἰπεῖν, ὤμνυεν ἀληθεύων λέγειν μὴ ἐπίστασθαι πῶς εἷς ἐστιν ἀγένητος θεός, τοῦτο δὲ πιστεύειν. Ἐγὼ δὲ γελάσας κατέγνων αὐτοῦ, διότι διδάσκαλος εἶναι λέγων, οὐκ ᾔδει τὸ διδασκόμενον ὑπ᾽ αὐτοῦ κρατύνειν. »

[8] Ἐν τῷ αὐτῷ δὲ συγγράμματι Καλλιστίων προσφω νῶν ὁ αὐτὸς μεμαθητεῦσθαι ἐπὶ Ῥώμης Τατιανῷ ἑαυτὸν ὁμολογεῖ· φησὶν δὲ καὶ ἐσπουδάσθαι τῷ Τατιανῷ Προβλη μάτων βιβλίον· δι' ὧν τὸ ἀσαφὲς καὶ ἐπικεκρυμμένον τῶν θείων γραφῶν παραστήσειν ὑποσχομένου τοῦ Τατιανοῦ, αὐτὸς ὁ Ρόδων ἐν ἰδίῳ συγγράμματι τὰς τῶν ἐκείνου προβλημάτων ἐπιλύσεις ἐκθήσεσθαι ἐπαγγέλλεται. Φέρεται δὲ τοῦ αὐτοῦ καὶ εἰς τὴν ἑξαήμερον ὑπόμνημα.

[9] Ο γέ τοι 'Απελλής οὗτος μυρία κατὰ τοῦ Μωυσέως ἠσέθησεν νόμου, διὰ πλειόνων συγγραμμάτων τοὺς θείους βλασφημήσας λόγους εἰς ἔλεγχόν τε, ὥς γε δή ἐδόκει, καὶ ἀνατροπὴν αὐτῶν οὐ μικράν πεποιημένος σπου δήν. Ταῦτα μὲν οὖν περὶ τούτων.