Page:Eusèbe - Histoire Ecclésiastique (Trad. Grapin) - Tome 2.pdf/92

La bibliothèque libre.
Cette page n’est pas destinée à être corrigée.
78
LIVRE CINQUIÈME, XII, 1 — XIII, 1

ΙΒʹ

[1] Ἐπὶ τούτων τῆς ἐν Ἱεροσολύμοις ἐκκλησίας ἐπίσκοπος ὁ παρά πολλοῖς εἰς ἔτι νῦν βεβοημένος Νάρκισσος ἐγνωρί ζετο, πεντεκαιδεκάτην άγων διαδοχὴν ἀπὸ τῆς τῶν Ἰουδαίων κατά Αδριανόν πολιορκίας, ἐξ οὗ δὴ πρῶτον τὴν αὐτόθι ἐκκλησίαν ἐξ ἐθνῶν συστήναι μετὰ τοὺς ἐκ περιτομής καθηγήσασθαί τε αὐτῶν πρῶτον ἐξ ἐθνῶν ἐπίσκοπον Μάρκου ἐδηλώσαμεν [IV, ιν, 1; νι, 4]. [2] Μεθ' ἐν ἐπισκο πεῦσαι Κασσιανὸν αἱ τῶν αὐτόθι διαδοχαὶ περιέχουσιν, καὶ μετὰ τοῦτον Πούπλιον, εἶτα Μάξιμον, καὶ ἐπὶ τούτοις Ἰουλιανόν, ἔπειτα Γάϊον, μεθ᾿ ἐν Σύμμαχον, καὶ Γάϊον ἕτερον, καὶ πάλιν ἄλλον Ἰουλιανόν, Καπίτωνά τε πρὸς τούτοις και Ουάλεντα καὶ Δολιχιανόν, καὶ ἐπὶ πᾶσι τὸν Νάρκισσον, τριακοστὸν ἀπὸ τῶν ἀποστόλων κατὰ τὴν τῶν έξης διαδοχήν γεγενημένον.

ΙΓʹ

Ἐν τούτῳ καὶ Ῥόδων, γένος τῶν ἀπὸ ᾿Ασίας, μαθητευθεὶς ἐπὶ Ῥώμης, ὡς αὐτὸς ἱστορεῖ, Τατιανῷ, ἐν ἐκ τῶν πρόσθεν ἔγνωμεν [IV, 1, 1], διάφορα συντάξας βιβλία, μετὰ τῶν λοιπῶν καὶ πρὸς τὴν Μαρκίωνος παρατέτακται