Page:Eusèbe - Histoire Ecclésiastique (Trad. Grapin) - Tome 2.pdf/94

La bibliothèque libre.
Cette page n’est pas destinée à être corrigée.
80
LIVRE CINQUIÈME, XIII, 2-5

αἵρεσιν’ἣν καὶ εἰς διαφόρους γνώμας κατ’αὐτὸν διαστᾶσαν ἱστορεῖ, τοὺς τὴν διάστασιν ἐμπεποιηκότας ἀναγράφων ἐπ’ἀκριβές τε τάς παρ’ἑκάστῳ τούτων ἐπινενοημένας διε λέγχων ψευδολογίας. [2] Ἄκους δ’ οὖν καὶ αὐτοῦ ταῦτα γράφοντος·

« Διὰ τοῦτο καὶ παρ’ ἑαυτοῖς ἀσύμφωνοι γεγόνασιν, ἀσυ στάτου γνώμης αντιποιούμενοι. ᾿Απὸ γὰρ τῆς τούτων ἀγέλης Απελλής μέν, ὁ τὴν πολιτείαν σεμνυνόμενος καὶ τὸ γῆρας, μίαν ἀρχὴν ὁμολογεῖ, τὰς δὲ προφετείας ἐξ ἀντι- κειμένου λέγει πνεύματος, πειθόμενος ἀποφθέγμασι παρθέ νου δαιμονώσης, ὄνομα Φιλουμένης· [3] ἕτεροι δέ, καθώς καὶ αὐτὸς ὁ ναύτης Μαρκίων, δύο ἀρχὰς εἰσηγοῦνται· ἀφ’ ὧν εἰσιν Ποτιτός τε καὶ Βασιλικός. [4] Καὶ οὗτοι μὲν κατα- κολουθήσαντες τῷ Ποντικῷ λύκῳ καὶ μὴ εὑρίσκοντες τὴν διαίρεσιν τῶν πραγμάτων, ὡς οὐδ’ ἐκεῖνος, ἐπὶ τὴν εὐχέ ρειαν ἐτράποντο καὶ δύο ἀρχὰς ἀπεφήναντο ψιλῶς καὶ ἀναποδείκτως· ἄλλοι δὲ πάλιν ἀπ’ αὐτῶν ἐπὶ τὸ χεῖρον ἐξοκείλαντες, οὐ μόνον δύο, ἀλλὰ καὶ τρεῖς ὑποτίθενται φύσεις· ὧν ἐστιν ἀρχηγὸς καὶ προστάτης Συνέρως, καθώς οἱ τὸ διδασκαλεῖον αὐτοῦ προβαλλόμενοι λέγουσιν. »

[5] Γράφει δὲ ὁ αὐτὸς ὡς καὶ εἰς λόγους ἐληλύθει τῷ Απελλῇ φάσκων οὕτως· « Ο γὰρ γέρων ᾿Απελλής συμμί ξας ἡμῖν, πολλὰ μὲν κακῶς λέγων ἠλέγχθη· ὅθεν καὶ ἔφασκεν μὴ δεῖν ὅλως ἐξετάζειν τὸν λόγον, ἀλλ’ ἕκαστον, ὡς πεπίστευκεν, διαμένειν· σωθήσεσθαι γὰρ τοὺς ἐπὶ τὸν ἐσταυρωμένον ἠλπικότας ἀπεφαίνετο, μόνον ἐὰν ἐν ἔργοις