Page:Lods - L'évangile et l'apocalypse de Pierre.djvu/27

La bibliothèque libre.
Cette page a été validée par deux contributeurs.
ΑΠΟΚΑΛϒΨΙΣ ΠΕΤΡΟϒ

(P. 19) 1 Πολλοὶ ἐξ αὐτῶν ἔσονται ψευδοπροφῆται, ϰαὶ ὁδους ϰαὶ δόγματα ποιϰίλα[1] τῆς ἀπωλείας διδάξουσιν[2]. 2 ἐϰεῖνοι[3] δὲ υἱοί τῆς ἀπωλείας γενήσονται. 3 ϰαὶ τότε[4] ἐλεύσεται ὁ θεὸς ἐπὶ τοὺς[5] πιστούς μου τοὺς πεινῶντας[6] ϰαὶ διψῶν[τας][7] ϰαὶ θλιϐομένους ϰαὶ ἐν τούτῳ τῷ βίῳ τὰς ψυχὰς ἑαυτῶν δοϰιμάζοντας, ϰαὶ ϰρινεῖ τοὺς υἱοὺς τῆς ἀνομίας. 4 ϰαὶ[8] προσθεὶς Κύριος ἔφη · ἄγωμεν εἰς τὸ ὄρος[9], εὐξώμεθ[α][10].

5 Ἀπερχόμενοι δὲ μετ’ αὐτοῦ, ἡμεῖς, οἱ δώδεκα μ[α]θ[η]ταὶ[11], ἐδεήθημεν ὅπως δείξῃ ἡμῖν ἕνα τῶν ἀδελφῶν ἡμῶν δικαίων τῶν ἐξελθόντων ἀπὸ τοῦ κόσμου, ἵνα ἴδωμεν ποταποί εἰσι τὴν μορφὴν καὶ θαρσήσαντες παραθαρσύνωμεν καὶ τοὺς ἀκούοντας ἡμῶν ἀνθρώπους. 6 καὶ, εὐχομένων ἡμῶν,

  1. ποιϰιλοι
  2. διδαξωσιν
  3. εϰοινοι
  4. Ici le parchemin présente une lacune qui devait déjà exister lorsque l’apocalypse a été copiée.
  5. του
  6. πισ (de πιστους) corrigé en πινωντας.
  7. διψον…
  8. ϰας corr. en ϰαι.
  9. ορους
  10. ευξωμεθ.
  11. μ. θ. ται