Page:Rutebeuf - Oeuvres complètes, recueillies par Jubinal, tome II, 1839.djvu/355

La bibliothèque libre.
Le texte de cette page a été corrigé et est conforme au fac-similé.

στείαις καὶ εὐχαῖς καὶ δάκρυσιν ἐσχόλαζεν, καὶ ἐδυσώπει διὰ παντὸς τὸν φιλάνθρωπον Θεὸν, συγχωρεθῆναι (correctura in margine omnino evanuit) αὐτῷ τὴν ἀνομίαν καὶ ἁμαρτίαν, ἐφ’ οἷς κακῶς διεπράξατο. Ἔλεγεν δὲ καὶ ἐν ἑαυτῷ καθ’ ἑκάστην ταῦτα· Οἴμοι τῷ ἀθλίῳ· φεῦ μοι τῷ ταλαιπώρῳ. Ποῦ ἀπέλθω ἐγὼ ὁ ἄσωτος, ἵνα τὴν ψυχήν μου σώσω ; Ποῦ ἀπέλθω ὁ ἄθλιος, ἵνα τύχω ἐλέους ; Ποῦ ἀπέλθω ὁ τάλας ἐγὼ καὶ ἁμαρτωλὸς, ὁ ἀρνησάμενος τὸν Χριστόν μου καὶ τὴν πανύμνητον αὐτοῦ μητέρα ἐγγράφως, καὶ ποιήσας ἐμαυτὸν τῷ σατανᾷ δοῦλον δι’ ἐγγράφου ὁμολογίας ; Τίς ἄρα δυνήσεται τῶν ἀνθρώπων ἀποσπάσαι αὐτὴν ἐκ τῶν χειρῶν τοῦ λυμεῶνος ἐκείνου, καὶ βοηθῆσαί μοι ; Τίς μου ἡ ἀνάγκη γνωρίσαι τὸν ἀθέμιτον καὶ ἐναγῆ Ἑϐραῖον, καὶ παραδοθῆναι τῷ αἰωνίῳ πυρί ; Ἦν γὰρ κἀκεῖνος ὁ Ἑϐραῖος πρὸ ὀλίγου ὑπὸ τοῦ ἄρχοντος καὶ τοῦ νόμου κολασθεὶς διὰ τὰ μαγικὰ αὐτοῦ. Οὕτως γὰρ τιμῶνται οἱ Θεὸν καταλιμπάνοντες, καὶ τῷ διαϐόλῳ προστρέχοντες. Τίς δὲ ἡ γενομένη μοι πρόσκαιρος ὠφέλεια ; Τίς ἡ ὑπεροψία καὶ φυσίωσις τοῦ κόσμου τούτου τοῦ ματαίου ; Οἴμοι τῷ ἀθλίῳ. Ἀπωλόμην. Οἴμοι τῷ πλανηθέντι. Οἴμοι τῷ ἀπολέσαντι τὸ αἰώνιον φῶς καὶ ἐν σκοτίᾳ διάγοντι. Καλῶς διῆγον μετὰ τὸ διαδεχθῆναί με τῆς οἰκονομίας. Τί ἤθελον διὰ τὴν πρόσκαιρον καὶ ματαίαν ὑπόλψιν καὶ κενοδοξίαν (in marg. καινο-) τὼν ἀνθρώπων τὴν ταπεινήν μου ψυχὴν ἀπολέσαι ἐν γεέννῃ ; Εἰ γὰρ καὶ τοὺς ἀνθρώπους ἔλαθον τῷ νοΐ μου, Θεὸν λαθεῖν οὐκ ἴσχυσα. Ἐγὼ τοῦ κακοῦ ὁ αἴτιος. Ἐγὼ τοῦ φόνου τῆς ψυχῆς μου ὁ κύριος. Ἐγὼ τῆς ἀθλίας μου ψυχῆς ὁ ἐπίϐουλος. Οἴμοι, τί ἔπαθον ; Οἴμοι. Πῶς ἐκλάπην, οὐκ ἐπίσταμαι. Οἴμοι. Τί ποιήσω ; Οἴμοι. Πρὸς τίνας ἀπελεύσομαι ; Οἴμοι. Τί ἀπολογήσομαι τῷ Θεῷ ἐν ἡμέρᾳ κρίσεως ; ὅτε πάντα γυμνὰ καὶ τετραχηλισμένα, ὅτε οἱ δίκαιοι στεφανοῦνται, ἐγὼ δὲ ὁ ἄθλιος κατακρίνομαι. Πῶς παραστήσομαι τότε τῷ βασιλικῷ βήματι. Τίνι (in marg. τίνος) δεηθῶ ; τίνα παρακαλέσω εἰς τὴν θλίψιν ἐκείνην ; ἢ τίνας δυσωπήσω ἐν τῇ ἀνάγκῃ ἐκείνῃ, ὅτε πάντες τὰ ἴδια μεριμνῶσιν καὶ οὐ τὰ ἀλλότρια ; Τίς με κατελεήσει τότε ; Ὄντως οὐδείς. Οἴμοι ταπεινή μου