Page:Rutebeuf - Oeuvres complètes, recueillies par Jubinal, tome II, 1839.djvu/359

La bibliothèque libre.
Le texte de cette page a été corrigé et est conforme au fac-similé.

συγχώρησιν παρὰ τοῦ ϒἱοῦ σου καὶ Θεοῦ ἡμῶν, ὧνπες κακῶν ἐπλημμέλησα. Καὶ ταῦτα ἀπολογουμένου αὐτοῦ, λέγει αὐτῷ ἡ ἁγία πάνσεμνος καὶ πανύμνητος Θεοτόκος, ἡ μόνη ἁγνὴ καὶ καθαρὰ, ἡ μόνη ἁγία ψυχῇ κε καὶ σώματι, ἡ μόνη παῤῥησίαν ἔχουσα πρὸς τὸν τεχθέντα ἐξ αὐτῆς, ἡ τῶν θλιϐομένων παραμυθία, ἡ τῶν καταπονουμένων ἐκδίκησις, ἡ περιϐλὴ τῶν γυμνητευόντων, ἡ τοῦ γήρως βακτηρία, ἡ τῶν ὀρθριζόντων πρὸς αὐτὴν βεϐαία ἀντίληψις, ἡ ἀεὶ ταῖς ἰδίαις ἀγκάλαις καταθάλπουσα τοὺς Χριστιανούς· Ὁμολόγησον, ὧ ἄνθρωπε, ὅτι τὸν (marg. ὃν) ἐγέννησα υἱὸν, ὃν καὶ ἠρνήσω, ὅτι αὐτὸς ἐστὶν ὁ Χριστὸς ὁ ϒἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος, ὁ ἐρχόμενος κρῖναι ζῶντας καὶ νεκρούς· κἀγὼ παρακαλῶ αὐτὸν, καὶ δέχεταί σε μετανοοῦντα. Λέγει αὐτῇ ὁ οἰκονόμος Θεόφιλος· Καὶ πῶς τολμήσω, δέσποινά μου εὐλογημένη, ἐγὼ ὁ ἀνάξιος καὶ ταλαίπωρος ἀνοῖξαι χείλη, στόμα ἔχων ῥυπαρὸν καὶ βεϐορϐορωμένον (- in marg. οἴμμοι), τῷ ἀρνησαμένῳ τὸν υἱόν σου καὶ Θεὸν ἡμῶν, καὶ πλανηθέντι ταῖς ματαίαις ἐλπίσι τοῦ βίου τούτου ; Οὐ μόνον δὲ τοῦτο, ἀλλὰ καὶ αὐτὸ ὅπερ εἶχον φυλακτήριον τῆς ψυχῆς μου, τὸν τίμιον λέγω σταυρὸν, καὶ τὸ θεῖον βάπτισμα, ὃ ἔλαϐον, ἐμόλυνα διὰ τῆς ἐγγράφου καὶ πικρᾶς ἀρνήσεως. Λέγει αὐτῷ ἡ ὑπεράμωμος καὶ ἁγία Θεοτόκος· Σὺ μόνον πρόσελθε, καὶ ὁμολόγησον αὐτόν· καὶ μή σοι μελέτω περὶ τούτου· φιλάνθρωπος γάρ ἐστιν, καὶ προσδέχεται δάκρυα μετανοίας, τοῖς καθαρῶς καὶ εἰλικρινῶς προσιόντας (sic) αὐτῷ. Τότε ὁ μακάριος ὄντως ἐκεῖνος καὶ θεσπέσιος ἀνὴρ Θεόφιλος μετὰ αἰδοῦς καὶ τῆς προσηκούσης αὐτῷ ταπεινώσεως, κατηφείας τε καὶ οἰμωγῆς, ὡμολόγησεν καὶ εἶπεν· Πιστεύω καὶ προσκυνῶ καὶ δοξάζω τὸν ἕνα τῆς ἁγίας Τριάδος, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, τὸν ϒἱὸν τοῦ Θεοῦ τοῦ ζῶντος, τὸν πρὸ αἰώνων ἐκ τοῦ Παρέρος ἀφράστως γεννηθέντα, ἐπ’ ἐσχάτων δὲ τῶν ἡμερῶν κατελθόντα Θεὸν Λόγον ἐκ τὸν οὐρανὸν (correctum in margine), καὶ σαρκωθέντα, ἐν Πνεύματος ἁγίου καὶ ἐκ σοῦ τῆς ἁγίας παρθένου Μαρίας, καὶ προελθόντα εἰς σωτηρίαν τοῦ γένους τῶν ἀνθρώπων, αὐτὸν εἶναι τέλειον Θεὸν καὶ τέλειον ἄνθρω-