Page:Démosthène - Œuvres complètes, Auger, 1820, tome 6.djvu/160

La bibliothèque libre.
Le texte de cette page a été corrigé et est conforme au fac-similé.
ΔΗΜΟΣΘΕΝΟΥΣ


Ο Κατὰ Μειδίου λογοσ


περὶ τοῦ Κονδύλου


_____________


Τὴν μὲν ἀσέλγειαν, ὦ ἄνδρες δικασταί, καὶ τὴν ὕβριν, ᾗ πρὸς ἅπαντας ἀεὶ χρῆται Μειδίας, οὐδέν’οὔθ’ὑμῶν οὔτε τῶν ἄλλων πολιτῶν ἀγνοεῖν οἴομαι. Ἐγὼ δ’, ὅπερ ἂν καὶ ὑμῶν ἕκαστος ὑβρισθεὶς προείλετο πρᾶξαι, τοῦτο καὶ αὐτὸς ἐποίησα, καὶ προὐβαλόμην ἀδικεῖν τοῦτον περὶ τὴν ἑορτήν, οὐ μόνον πληγὰς ὑπ’αὐτοῦ λαβὼν τοῖς Διονυσίοις, ἀλλὰ καὶ ἄλλα πολλὰ καὶ βίαια παθὼν παρὰ πᾶσαν τὴν χορηγίαν. Ἐπειδὴ δὲ καλῶς καὶ τὰ δίκαια ποιῶν ὁ δῆμος ἅπας οὕτως ὠργίσθη καὶ παρωξύνθη καὶ σφόδρ’ἐσπούδασεν ἐφ’οἷς ἠδικημένῳ μοι συνῄδει, ὥστε πάντα ποιοῦντος τούτου καί τινων ἄλλων ὑπὲρ αὐτοῦ, οὐκ ἐπείσθη οὐδ’ἀπέβλεψεν εἰς τὰς οὐσίας τὰς τούτων οὐδὲ τὰς ὑποσχέσεις, ἀλλὰ μιᾷ γνώμῃ κατεχειροτόνησεν αὐτοῦ, πολλοί μοι προσιόντες, ὦ ἄνδρες δικασταί, καὶ τῶν ἐν τῷ δικαστηρίῳ νῦν ὄντων ὑμῶν καὶ τῶν ἄλλων πολιτῶν ἠξίουν καὶ παρεκελεύοντ’ἐπεξελθεῖν καὶ παραδοῦναι τοῦτον εἰς ὑμᾶς