Page:Rutebeuf - Oeuvres complètes, recueillies par Jubinal, tome II, 1839.djvu/341

La bibliothèque libre.
Cette page a été validée par deux contributeurs.

τὴν ἔνστασιν αὐτοῦ, ἐάσας αὐτὸν, ἐχειροτόνησεν ἄλλον καὶ τὸν θεοφιλέστατον τοῦτος οἰκονόμονα παρέδωκεν πάλιν οἰκονομεῖν ὡς καὶ πρώην. Καὶ δὴ ἐλθόντων αὐτῶν ἐν τῇ προλεχθείσῃ πόλει, σὺν τῷ προχειρισθέντι ἐπισκόπῳ, τινὲς ἐχθροὶ κακῶς φερόμενοι κατὰ τοῦ οἰκονόμου, ἤρξαντο λοιδορίας τινὰς παρεισφέρειν κατ’ αὐτοῦ εἰς τὰς ἀκοὰς τοῦ ἐπισκόπου· καὶ τοῦτον πείσαντες, διαδέχεται αὐτὸν τῆς οἰκονομίας. Θεωρήσας οὖν ὁ ἀεὶ μηχανοῤῥάφος καὶ δεινὸς διάϐολος τὸν ἄνδρα ἐν πολλῇ ἡσυχίᾳ καὶ σωφροσύνῃ ἐν τῷ ἰδίῳ οἴκῳ διάγοντα, καὶ φθονήσας εἰς τὴν καρδίαν αὐτοῦ, ὑποϐάλλει αὐτῷ λογισμοὺς ἐπὶ τῇ τοιαύτῃ πάλιν κρατήσει τῆς οἰκονομίας ζήλῳ σφοδρῷ, ὡς λοιπὸν καὶ φαρμακῷ καὶ ἐπαοιδῷ προσομιλῆσαι. Ἦν δὲ τις ἐν τῇ πόλει ἐκείνῃ Ἑϐραῖος, ἀκουστὸς πάνυ, τοῦ διαϐόλου ὑπουργός· ὅστις καὶ πολλοὺς ἀπώλεσεν. Ἀπέρχεται οὖν πρὸς αὐτὸν ἐν νυκτὶ ὁ ῥηθεὶς ἀποοικονόμων ἀπὸ οἰκονόμων, καὶ κρούει εἰς τὸν πυλῶνα αὐτοῦ. Ὁ δὲ ἐξελθὼν, καὶ ἰδὼν αὐτὸν, φόϐῳ συσχεθεὶς καὶ ἐκπλαγεὶς, προεγίνωσκεν γὰρ αὐτὸν, καὶ λέγει αὐτῷ· Τίς ἡ αἰτία, δέσποτά μου, δι’ ἥν παραγέγονας ; Ὁ δὲ ἀποοικονόμων εὐθέως καὶ παραχρῆμα ῥίπτει ἑαυτὸν εἰς τοὺς πόδας τοῦ Ἑϐραίου, παρακαλῶν αὐτὸν, καὶ ἐξηγούμενος τὰ συμϐάντα αὐτῷ, καὶ λέγων· Εἴ τι δύνασαι, βοήθει μοι τῷ ἐν πολλῇ θλίψει ὄντι. Εἶπεν οὖν αὐτῷ ὁ ἀποστάτης Ἑϐραῖος· Τῇ ἐπερχομένῃ νυκτὶ τοιαύτῃ ὥρᾳ ἐλθὲ πρός με, καὶ ἀπάγω σε εἰς τὸν πάτρωνά μου, καὶ βοηθήσει σοι πάντως, καὶ μηδὲν ῥᾳθυμήσῃς. Ὁ δὲ ἀκούσας τὸν λόγον, καὶ περιχαρὴς γενόμενος, ἐποίησεν οὕτως. Καὶ δὴ τῇ ἑξῆς νυκτὶ, ἐλθὼν μεσονυκτίῳ, ἔλαϐεν αὐτὸν ἐν τῷ ἱπποδρομίῳ τῆς πόλεως, καὶ λέγει αὐτῷ. Εἴ τι ἐὰν ἴδῃς ἢ ἀκούσῃς, μὴ δειλιάσῃς, μηδὲ τὸν τύπον τοῦ σταυροῦ ποιήσῃς οὐδὲν γὰρ συντελεῖ εἰς βοήθειαν ἀνθρώπων, ἀλλὰ μᾶλλον χλεύη καὶ ἀπάτη ὑπάρχει. Κἀκείνου συνθεμένου, ἐξαίφνης δείκνυσιν αὐτῷ φαντασίας τινάς· χλανιδιφόρους μετὰ πλήθους κανδιλαύρων, φωνὰς βάλλοντας, καὶ ἐν τῷ μέσῳ αὐτῶν τὸν ἄρχοντα αὐτῶν καὶ διάϐολον καθήμενον, καὶ αὐτοὺς παρεστῶτας. Τότε κρατήσας ὁ κακιστος Ἰουδαῖος τὴν χεῖρα τοῦ ἀποοικονόμονος, φέρει αὐτὸν πρὸς τὸ ζῶν· καὶ λέγει ὁ διάϐολος τῷ Ἰουδαίῳ· Τί ἤγαγες ἡμῖν τὸν ἄνθρωπον