Page:Rutebeuf - Oeuvres complètes, recueillies par Jubinal, tome II, 1839.djvu/342

La bibliothèque libre.
Le texte de cette page a été corrigé et est conforme au fac-similé.

τοῦτον ; Ἀπεκρίθη αὐτῷ ὁ θεομίσητος Ἑϐραῖος καὶ εἶπεν· Ἤγαγον αὐτὸν, δέσποτά μου, πρὸς σὲ, ἀδικούμενον αὐτὸν παρὰ τοῦ ἐπισκόπου αὐτοῦ, καὶ ζητοῦντα τὴν παρὰ σοῦ βοήθειαν. Λέγει αὐτῷ ὁ διάϐολος· Ποίαν αὐτῷ βοήθειαν ἔχω δοῦναι, δουλεύοντι τῷ θεῷ αὐτοῦ ; Εἰ δὲ θέλει ἐμὸς εἶναι δοῦλος, καὶ ἐν τοῖς ἐμοῖς καταταγῆναι, ἐγὼ αὐτῷ βοηθῶ, ἵνα πλέον τοῦ πρώην δύναται ποιεῖν καὶ ὑποτάσσειν πᾶσιν, οὐ μὴν δὲ, ἀλλὰ καὶ τῷ ἐπισκόπῳ αὐτοῦ. Τούτων οὕτως λεχθέντων, λέγει ὁ Ἑϐραῖος τῷ ἀποοικονόμονι· Ἤκουσας τί εἶπεν ὁ ἄρχων ; Ὁ δὲ εἶπεν· Ναὶ, ἤκουσα, καὶ ποιῶ, εἴ τι εἴπει μοι· μόνον βοηθήσει μοι. Τότε λέγει ὁ διάϐολος τῷ προδότῃ· Ἀρνεῖται τὸν υἱὸν Μαρίας, καὶ ἐκείνην ; Πάνυ γὰρ μυσάττομαι αὐτούς. Ὁ δὲ λέγει· Ποιεῖ πάντα ὅσα κελεύεις, καὶ ἀρνεῖται ἐγγράφως. Ἅμα δὲ τῷ λόγῳ δράσσεται ὁ δόλιος τῶν γενείων τοῦ ἀποοικονόμονος, καὶ ἤρξατο καταφιλεῖν αὐτὸν στόμα πρὸς στόμα, καὶ λέγει αὐτῷ· Χαίροις ἀπὸ τοῦ νῦν, γνήσιέ μου φίλε, καὶ πιστότατε. Καὶ μετὰ ταῦτα εἰσῆλθεν εἰς αὐτὸν τελείως ὁ σατανᾶς· καὶ συνθέμενος ἠρνήσατο τὸν Χριστὸν καὶ τὴν ἁγίαν Θεοτόκον. Καὶ ποιήσας αὐτὰ ἐγγράφως ἐν χάρτῃ, καὶ σφραγίσας κηρῷ, ἐπέδωκεν τῷ ἄρχοντι. Καὶ ἀσπασάμενοι ἀλλήλους, ἀνεχώρησαν ἀμφότεροι ἐκ τοῦ ἄρχοντος, ὅ τε ἀποοικονόμων, καὶ ὁ Ἑϐραῖος, μετὰ πολλῆς τῆς ἐπ’ ἀπωλείᾳ χαρᾶς αὐτοῖς γινομένης, ἐκ τοῦ ἱπποδρομίου. Τῇ οὖν ἐπαίριον μεταστέλλεται ὁ ἐπίσκοπος τὸν ἀποοικονόμονα μετὰ πολλῆς τιμῆς καὶ σπουδῆς, καὶ διαδέχεται ὅνπερ ἐποίησεν οἰκονόμονα μετὰ πολλῆς ἀτιμίας καὶ ὕϐρεως, καὶ προϐάλλεται τὸν ἀποοικονόμονα, καὶ δίδωσιν αὐτῷ πᾶσαν τὴν αὐθεντίαν καὶ διοίκησιν τῆς ἁγιωτάτης ἐκκλησίας, ἀλλὰ μὴν καὶ πάσης τῆς πόλεως· ἐπὶ πάντων ἀπολογουμένου τοῦ ἐπισκόπου, καὶ λέγοντος· Συγχώρησόν μοι, ἀδελφὲ, ὅτι ἥρματον εἰς σὲ, διαδεξάμενος τὴν σὴν ὁσιότητα καὶ ἱκανότητα, καὶ προϐαλόμενος τὸν ἀποίητον τοῦτον. Τούτων οὕτως πραχθέντων, ἤρξατο διοικεῖν ὁ αὐτὸς οἰκονόμος καὶ ἐπαίρεσθαι ἐπὶ πάντων καὶ δοξάζεσθαι· ἀλλὰ μὴν καὶ αὐτὸς ὁ ἐπίσκοπος πτοεῖσθαι αὐτὸν, καὶ ὑποστέλλεσθαι. Ὁ δὲ μισόχριστος Ἑϐραῖος συνεχῶς ἐρχόμενος κρυπτῶς