Page:Rutebeuf - Oeuvres complètes, recueillies par Jubinal, tome II, 1839.djvu/347

La bibliothèque libre.
Le texte de cette page a été corrigé et est conforme au fac-similé.

αὐτῆς τῆς ἐκτενοῦς καὶ ὁλοψύχου μου ὁμολογίας δέομαι, προσάγαγέ με τῷ ἐκ σοῦ τεχθέντι Χριστῷ τῷ Θεῷ ἡμῶν· καὶ μὴ βδελύξῃ με, μηδὲ ὑπερίδης τὴν δέησίν μου τοῦ ἁμαρτωλοῦ, ἀλλ’ ἐλευθέρωσόν με ἐκ τῆς ζάλης τῶν συνεχουσῶν με ἀνομιῶν, ἵνα μετὰ πάντων κἀγὼ εὐχαριστηρίους ὕμνους ἀναπέμπω τῷ ἐκ σοῦ τῆς ἁγίας Παρθένου τεχθέντι Θεῷ. Τούτων οὕτως πραχθέντων, καὶ ὡς πληροφορίαν τινὰ δεξαμένη ἡ ἁγία Θεοτόκος, ἡ μόνη καταφυγὴ τοῦ γένους τῶν ἀνθρώπων, καὶ μεσῖτις Θεοῦ πρὸς ἀνθρώπους, λέγει αὐτῷ· Ἰδοὺ ἐγὼ διὰ τὸ βάπτισμα, ὅ ἔλαϐες, προσέρχομαι καὶ προσπίπτω ὑπὲρ σοῦ τῷ υἱῷ μου καὶ Θεῷ, ὅπως δέξεται σε. Καὶ ταῦτα εἰποῦσα, ἀφανὴς ἐγένετο ἐξ ὀφθαλμῶν αὐτοῦ. Μετὰ δὲ τρίτην ἡμέραν ἐπιπλεῖον αὐτοῦ δεομένου καὶ ἀσίτου μένοντος ἐν τῷ ναῷ τῆς πανυμνήτου Θεοτόκου, καὶ τοῦ ἐδάφους μὴ ἀνισταμένου, ἀλλὰ δάκρυσι τὰς παρειὰς αὐτοῦ καταϐρέχοντος, φαίνεται αὐτῷ ἡ ἁγία Θεοτόκος ἱλαρῷ τῷ προσώπῳ, καὶ πραείᾳ τῇ φωνῇ, λέγουσα αὐτῷ· Ἄνθρωπε τοῦ Θεοῦ, ἀρκετή σου ἐστὶν ἡ μετάνοια, ἣν ἐνεδείξω πρὸς τὸν σωτῆρα πάντων καὶ δημιουργόν. Προσεδέξατο οὖν σου τὰ δάκρυα καὶ τὴν δέησιν δι’ ἐμοῦ, ἐὰν καὶ φυλάξῃς ὀρθήν πίστιν εἰς τὸν υἱόν μου καὶ Θεὸν μέχρι τῆς τελευτῆς σου. Ὁ δὲ λέγει αὐτῇ· Ναὶ, δέσποινά μου εὐλογημένη, φυλάξω. Σὲ γὰρ ἔχω μετὰ Θεὸν σκέπην καὶ προστασίαν· καὶ εἰς τὴν σὴν ἀφορῶν κυϐέρνησιν, οὐ μὴ ἀστοχήσω. Τίς γὰρ, δέσποινα, ἤλπισεν εἰς σὲ καὶ κατῃσχύνθη ; Ὅθεν κἀγὼ παρακαλῶ, ὁ ἁμαρτωλὸς καὶ ἄσωτος, τὴν σὴν εὐσπλαγχνίαν, ὀρέξαι μοι χεῖρα βοηθείας, καὶ κελεύσῃς λαϐεῖν με καὶ τὸν ὀλέθριον χάρτην τῆς ἀρνήσεώς μου ἐσφραγισμένον· ὅτι αὐτό ἐστιν τὸ τῆκον τὴν ἀθλίαν μου ψυχὴν, ἵνα μὴ δι’ ἐκείνου κατακριθῶ. Μετὰ γοῦν ἄλλην τρίτην ἡμέραν φαίνεται πάλιν αὐτῷ, ὡς ἐν ὁράματι, ἡ ἀγία Θεοτόκος, καὶ δίδωσιν αὐτῷ τὸν χάρτην ἐσφραγισμένον, ὡς ἔδωκεν αὐτὸν ὁ οἰκονόμος τῷ διαϐόλῳ. Καὶ ἀναστὰς ἀπὸ τοῦ ὕπνου, καὶ εὑρὼν τὸν χάρτην ἐν τῷ στήθει αὐτοῦ, καὶ περιχαρὴς γενόμενος, ἅμα δὲ καὶ τῷ φόϐῳ συσχεθεὶς, ἐτρόμαξεν. Καὶ τῇ ἐπαύριον, Κυριακῆς οὔσης, μετὰ τὴν ἀνάγνωσιν τοῦ ἁγίου εὐαγγελίου, ῥίπτει ἑαυτὸν ἀθρόως ἐπὶ πάντων εἰς τοὺς πόδας