Page:Rutebeuf - Oeuvres complètes, recueillies par Jubinal, tome II, 1839.djvu/348

La bibliothèque libre.
Le texte de cette page a été corrigé et est conforme au fac-similé.

τοῦ ἐπισκόπου, λεπτομερῶς διηγούμενος αὐτῷ πάντα τὰ πραχθέντα εἰς αὐτὸν, ἐπιδοὺς αὐτῷ καὶ τὸν τῆς ἀρνήσεως χάρτην ἐσφραγισμένον, παρακαλῶν αὐτὸν ἐπὶ τοῦ ἄμϐωνος ἀναγνωσθῆναι. Καὶ τούτου ἀναγνωσθέντος, ἤρξατο ὁ ἐπίσκοπος κράζειν καὶ λέγειν· Δεῦτε, πάντες οἱ πιστοὶ, δοξάσωμεν τὸν ἀληθινὸν Θεὸν ἡμῶν. Δεῦτε, φιλόθεοι, θεάσασθε παράδοξα θαυμάσια. Δεῦτε, φιλόχριστοι, ἐπιγνῶμεν τὸν μὴ βουλόμενον τὸν θάνατον τῶν ἁμαρτωλῶν, ἀλλὰ τὴν ἐπιστροφὴν καὶ τὴν ζωήν. Τίς μὴ θαυμάσεν τὴν ἄφατον ἀνεξικακίαν τοῦ Θεοῦ ἡμῶν ; Βαϐαὶ, τεσσαράκοντα ἡμέρας ὁ νομοθέτης Μωσῆς νηστεύσας, τὰς θεοχαράκτους πλάκας ἐδέξατο· καὶ οὗτος ὁ ἀδελφὸς ἡμῶν τεσσαράκοντα ἡμέρας προσπελάσας τῷ πανσέπτῳ ναῷ τῆς πανυμνήτου Θεοτόκου, ἣν προαθετήσας χάριν ἀπώλεσε, ταύτην δι’ αὐτῆς ἀπέλαϐεν πρὸς τὸν ἀληθινὸν Θεὸν ἡμῶν. Δεῦτε, δῶμεν καὶ ἡμεῖς πάντες ἐκτενῶς σὺν αὐτῷ δόξαν καὶ ὕμνον τῷ οὕτως εὐσπλάγχνως ὑπακούσαντι τῆς μετανοίας τοῦ προσελθόντος πρὸς αὐτὸν διὰ μεσιτείας τῆς ἀχράντου Θεοτόκου. Διὸ καὶ ἡμεῖς δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῇ ἁγίᾳ Θεοτόκῳ, τὴν πρὸς τὸν Θεὸν καὶ ἀνθρώποις μεσῖτιν ὑπάρχουσαν, τὴν ἐλπίδα καὶ καταφυγὴν τῶν καταπονουμένων, καὶ πρὸς τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν ἡμῶν δεήσεις προσφέρουσαν, καὶ λαμϐάνουσαν τὴν τῶν ἁμαρτημάτων ἡμῶν ἀπολύτρωσιν. Μνείαν ἡμῶν τοιοῦ, παναγία Θεοτόκε, τῶν πρὸς σὲ εἰλικρινῶς ὀρθριζόντων, καὶ πίστει προσφευγόντων, μὴ ἐπιλάθῃ τῆς ποίμνης σου· εἰς σὲ γὰρ ἐλπίζομεν πάντες οἱ Χριστιανοί. Ὄντως καὶ νῦν εὔλογόν ἐστιν εἰπεῖν τὸ τοῦ εὐαγγελίου· Ἐξενέγκατε τὴν στολὴν τὴν πρώτην, καὶ ἐνδύσατε αὐτόν· καὶ δότε δακτύλιον εἰς τὴν χεῖρα αὐτοῦ, καὶ ὑποδήματα εἰς τοὺς πόδας· καὶ ἐνέγκαντες τὸν μόσχον τὸν σιτευτὸν θύσατε· καὶ φαγόντες εὐφρανθῶμεν· ὅτι ὁ ἀδελφὸς ἡμῶν οὗτος νεκρὸς ἦν καὶ ἀνέζησε, καὶ ἀπολωλὼς ἦν καὶ εὑρέθη. Καὶ ἐκτείνας τὰς χεῖρας αὐτοῦ ὁ ἐπίσκοπος, ἀνέστησε τὸν εὐλαϐέστατον ἄνδρα ἐκ τοῦ ἐδάφους. Καὶ μετὰ τὸ ἀναγνωσθῆναι τὸν ἀθέμιτον χάρτην, παρεκάλεσεν ὁ οἰκονόμος τὸν ἐπίσκοπον, πυρὶ κατακαῆναι τὸν χάρτην, ὅπερ καὶ γέγονεν. Τότε ὁ λαὸς ἤρξατο κράζειν