Page:Rutebeuf - Oeuvres complètes, recueillies par Jubinal, tome II, 1839.djvu/350

La bibliothèque libre.
Le texte de cette page a été corrigé et est conforme au fac-similé.

ἁγιωτάτης ἐκκλησίας, οὐ μὴν, ἀλλὰ καὶ τὸ ποίμνιον τοῦ Χριστοῦ ἐν πολλῇ ἡσυχίᾳ καὶ σωφροσύνῃ καὶ ὁσιότητι ἴθυνεν, ὡς λοιπὸν καὶ τὸν ἀγιώτατον ἐπίσκοπον τῆς αὐτῆς ἐκκλησίας ἐπαναπαύεσθαι εἰς αὐτὸν πάνυ, εἰς πᾶσαν αὐτῆς διοίκησίν τε καὶ πρᾶξιν καὶ πάσης τῆς φιλοχρίστου αὐτοῦ πόλεως· καὶ ἁπλῶς εἰπεῖν, οὐ μόνον ὁ ἐπίσκοπος, ἀλλὰ καὶ πάντες οἱ λοιποὶ, ἀπὸ μικροῦ αὐτῶν, καὶ ἕως μεγάλου, ηὐχαρίστουν αὐτῷ. Τοῖς γὰρ ὀρφανοῖς καὶ χήραις καὶ πένησι ἀφθόνως καὶ πλουσίως τὰ τῆς χρείας αὐτῶν ἐχωρήγει· καὶ μάλιστα ὅσους ἐγίνωσκεν ἀπὸ οὐσιῶν ἐκπεπτωκότας. Τούτων τοίνυν οὕτως ὑπαρχόντων, ἔδοξεν κατὰ τὸ τοῦ Θεοῦ θέλημα τὸν ἁγιώτατον ἐπίσκοπον τῆς πόλεως ἐκείνης τέλει τοῦ βίου χρήσασθαι. Ὅθεν εὐθέως οἰ τῆς φιλοχρίστου πόλεως κληρικοί τε καὶ κρήτορες, ἅμα τῆς πόλεως πάσης, θερμῷ πόθῳ φερόμενοι πρὸς τὴν γνησίαν αὐτοῦ ἐν Χριστῷ ἀγαπην, ἀλλὰ μὴν καὶ τὴν ἱκανότητα τοῦ ἀνδρὸς ἀποϐλεψάμενοι, καὶ κοινῆς βουλῆς ἅπαντες γενόμενοι, ψηφίζονται τὸν αὐτὸν θεοφιλέστατον οἰκονόμον εἰς ἐπίσκοπον, πέμψαντες εὐθέως ἐν τῇ ἑαυτῶν μητροπόλει τὸν γενόμενον παρ’ αὐτῶν ψηφισμόν. Ὅπερ δεξάμενος ὁ μητροπολίτης, καὶ τὰ περὶ τοῦ ἀνδρὸς ἤδη προγινώσκων, εἶξεν τῇ παρακλήσει αὐτῶν, καὶ πέμψας ἤγαγεν τὸν προειρημένον οἰκονόμον, ὅπως προχειρίσηται αὐτὸν ἐπίσκοπον ἐν τῇ προλεχθείσῃ ἁγίᾳ ἐκκλησίᾳ. Καὶ πρῶτον μὲν, δεξάμενος τὰ παρὰ τοῦ ἁγιωτάτου μητροπολίτου πρὸς αὐτὸν ἀπεσταλμένα γράμματα, κελεύοντα αὐτὸν παραγενέσθαι ἐν τῇ μητροπόλει, οὐκ ἤθελεν ἀπελθεῖν, πάντας παρακαλῶν καὶ δεόμενος μὴ γενέσθαι αὐτὸν ἐπίσκοπον, ἀρκεῖν δὲ μόνον αὐτὸν τοῦ εἶναι οἰκονόμον, τούτῳ (l. τοῦτο) ἀπολογούμενος τῷ ὄχλῳ, μὴ εἶναι ἑαυτὸν ἄξιον τοῦ θρόνου. Τοῦ οὖν ὄχλου κατεπείγοντος καὶ παρακαλοῦντος, καὶ τῶν δι’ αὐτὸν σταλέντων, μὴ πειθόμενος αὐτοῖς, χειρὶ καὶ βίᾳ τοῦτον ἀπήγαγον ἐν τῇ λεχθείσῃ μητροπόλει.Ὃδεξάμενος ὁ τρισμακάριστος μητροπολίτης, καὶ πάνυ περιχαρὴς γενόμενος, ἤθελεν αὐτὸν χειροτονῆσαι ἐπίσκοπον. Ὁ δὲ προδηλωθεὶς οἰκονόμος, ῥίψας ἑαυτὸν εἰς τὸ ἔδαφος, ἐδέετο τοῦ μητροπολίτου, μηδὲν τοιοῦτον ἐν αὐτῷ προϐῆναι, κράζων καὶ λέγων· Ἀνά-