Page:Rutebeuf - Oeuvres complètes, recueillies par Jubinal, tome II, 1839.djvu/349

La bibliothèque libre.
Le texte de cette page a été corrigé et est conforme au fac-similé.

τὸ Κύριε ἐλέησον. Καὶ ὁ ἐπίσκοπος κατασείσας τῇ χειρὶ τὸν λαὸν σιγᾷν, καὶ εἰπὼν τὸ Εἰρήνη πᾶσιν, ἤρξατο ἐπιτελεῖν τὴν θείαν λειτουργίαν· καὶ μετέδωκεν αὐτῷ τῶν ἀχράντων τοῦ Χριστοῦ μυστηρίων, καὶ εὐθέως ἔλαμψεν τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος · καὶ θεασάμενοι πάντες τὴν τοῦ ἀνδρὸς ἀθρόαν μεταϐολὴν τοῦ χαρακτῆρος αὐτοῦ, ἐδόξασαν τὸν Θεὸν τὸν ποιοῦντα θαυμάσια τοῖς προστέχουσιν εἰς αὐτὸν. Καὶ παραυτίκα προσδραμὼν ἐν τῷ πανσέπτῳ ναῷ τῆς πανυμνήτου Θεοτόκου, καὶ μικρόν τι ἀπογευσάμενος, καὶ μαλακισθεὶς τῷ σώματι, ἀσθενήσας τε ὀλίγον ἐν τῷ ναῷ τῆς δεσποίνης ἡμῶν Θεοτόκου, ἐν ᾧ καὶ τὴν ὀπτασίαν ἐθεάσατο, ἐφ’ ᾧ καὶ ἐτάφη, καὶ ἀνακλίνας ἑαυτὸν ὡς προσηλωμένος τῷ τόπῳ, καὶ μετὰ τρεῖς ἡμέρας ἀσπασάμενος τοὺς παρόντας ἀδελφοὺς, πάντα δὲ τὰ ὑπάρχοντα αὐτοῦ θεοπρεπῶς καὶ καλῶς διαθέμενος, παρέδωκεν τὴν μακαρίαν καὶ ἁγίαν αὐτοῦ ψυχὴν εἰς χεῖρας τοῦ τεχθέντος ἐκ τῆς παναμώμου καὶ ἀειπαρθένου Μαρίας Θεοῦ ἡμῶν, δοξάζων ἐν πᾶσιν Πατέρα καὶ ϒἱὸν καὶ ἅγιον Πνεῦμα, τὸν ἕνα Θεὸν ἡμῶν, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας. Ἀμήν.




RECENSION DU MANUSCRIT DE LA BIBLIOTHÈQUE
IMPÉRIALE DE VIENNE.

Μετάνοια καὶ ἀνάκλησις πρὸς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν γινομένη παρά τινος οἰκονόμου ὀνόματι Θεοφίλου ἐκκλησίας τῆς ἀνατολῆς χώρας τοὔνομα Ἄδανα, διὰ τῆς μεσιτείας τῆς ἁγίας ὑπερενδόξου Θεοτόκου καὶ ἀεὶ παρθένου Μαρίας.

Ἐγένετο κατὰ τὸν καιρὸν ἐκεῖνον, πρὶν ἢ τὴν ἐπιδρομὴν γενέσθαι τῶν ἀθέων καὶ ἀλιτηρίων Περσῶν, ἐν τῇ τῶν Ῥωμαίων πολιτείᾳ, ἐν μιᾷ τῶν πόλεων, ὀνόματι Ἄδανα, τῆς τῶν Κιλίκων δευτέρας ἐπαρχίας, οἰκονόμον γενέσθαι ἐν τῇ ἀγιωτάτῃ τοῦ Θεοῦ καθολικῇ ἐκκλησίᾳ, ὀνόματι Θεόφιλον. Ὅστις οἰκονόμος, πάνυ καλῶς καὶ θεοπρεπῶς οἰκονομῶν πάντα τὰ διαφέροντα πράγματά τε καὶ χωρία τῆς αὐτῆς