Page:Rutebeuf - Oeuvres complètes, recueillies par Jubinal, tome II, 1839.djvu/361

La bibliothèque libre.
Le texte de cette page a été corrigé et est conforme au fac-similé.

ποίνης ἡμῶν Θεοτόκου καὶ ἀεὶ παρθένου Μαρίας, τὴν ἐλπίδα τῆς σωτηρίας αὐτοῦ ἀπεκδεχόμενος. Ὅθεν καὶ πάλιν ἐν νυκτὶ ἡ μόνη ἀληθῶς καὶ κυρίως Θεοτόκος, ἡ προστασία ἡμῶν, καὶ ἀνάκτησις τῶν εἰς αὐτὴν προστρεχόντων, ἡ μόνη φωτοφόρος νεφέλη, ἡ ἀνατραφεῖσα εἰς τὰ ἅγια τῶν ἁγίων, φαίνεται αὐτῷ ἱλαρῷ τῷ προσώπῳ καὶ χαροποιοῖς τοῖς ὄμμασιν, λέγουσα αὐτῷ πραείᾳ τῇ φωνῇ· Ἄνθρωπε τοῦ Θεοῦ, ἀρκετή σοι ἐστὶν ἡ μετάνοια, ἣν ἐνεδείξω πρὸς τὸν Σωτῆρα πάντων καὶ δημιουργὸν τῶν αἰώνων. Προσεδέξατο γὰρ κύριος ὁ Θεὸς τὰ δάκρυά σου καὶ τὴν δέησιν δ’ ἐμὲ, ἐὰν καὶ σὺ φυλάξῃς ἐν τῇ καρδίᾳ σου τὴν εἰς Χριστὸν τὸν ϒἱὸν τοῦ Θεοῦ καὶ ἐμοῦ ὀρθὴν πίστιν ἕως τῆς ἡμέρας τῆς τελευτῆς σου. Ὁ δὲ λέγει αὐτῇ· Ναὶ, δέσποινά μου εὐλογημένη, φυλάξω, καὶ οὐ μὴ ἀθετήσω τοὺς λόγους μου. Σὲ γὰρ ἔχω μετὰ Θεὸν σκέπην καὶ προστασίαν. Καὶ εἰς τὴν σὴν ἀφορῶν βοήθειαν καὶ κυϐέρνησιν, οὐ μὴ ἀθετήσω τὰ ὁμολογηθέντα σοι παρ’ ἐμοῦ. Οἶδα γὰρ, οἶδα, εὐλογημένη, ὅτι προστασία τῶν ἀνθρώπων ἄλλη οὐκ ἔστιν, εἰ μὴ σὺ μόνη, Θεοτόκε. Τίς γὰρ, δέσποινά μου, ἤλπισεν ἐπὶ σοὶ, καὶ κατῃσχύνθη ; ἢ τίς τῶν ἀνθρώπων ἐδεήθη πιστῶς τῆς σῆς παντοδυνάμου βοηθείας, καὶ ἐνεκατελείφθη ποτέ ; Ὄντως οὐδεὶς οὐδαμοῦ. Ὅθεν κἀγὼ παρακαλῶ, ὁ ἁμαρτωλὸς καὶ ἄσωτος, τὴν σὴν παναένναον πηγὴν, τὴν τὰ ἰάματα βρύουσαν ταῖς ψυχαῖς ἡμῶν, σπλάγχνα οἰκτιρμῶν ὀρέξαι μοι τῷ πλανηθέντι καὶ ἐν τῷ πελάγει τοῦ βορϐόρου ἐξοκείλαντι· καὶ κέλευσον τοῦ λαϐεῖν με καὶ μόνον τοῦτο τὸ πονηρὸν καὶ ὀλέθριον τῆς ἀρνήσεως χαρτίον ἐσφραγισμένον, παρὰ τοῦ ἀπατήσαντός με διαϐόλου· ὅτι αὐτὸ καὶ μόνον ἐστὶν τὸ τίκοντα (marg. τῆ- ; delere τα oblitus est corrector) τὴν ἀθλίαν μου ψυχήν, ἵνα μὴ δι’ ἐκείνου ἐν τῇ μελλούσῃ αἰωνίᾳ κρίσει ἀπολέσω μου τὴν ψυχήν. Πάλιν οὖν πολλὰ κλαίων καὶ ὀδυρόμενος ὁ ἀεὶ μνημονευτὸς οὗτος ἀνὴρ, καὶ δυσωπῶν τὴν παγκόσμιον ἐλπίδα καὶ σωτηρίαν τῶν ψυχῶν ἡμῶν περὶ τούτου, εὐθέως καὶ περὶ τοῦ χάρτου· ἡ ἀεὶ ἔτοιμος ἐπικουρία τῶν θλιϐομένων, μετὰ τρίτην ἄλλην ἡμέραν, ὡς ἐν ὁράμασι δέδωκεν αὐτῷ τὸν χάρτην, ἔχοντα καὶ τὴν βούλλαν ἀπὸ