Page:Rutebeuf - Oeuvres complètes, recueillies par Jubinal, tome II, 1839.djvu/362

La bibliothèque libre.
Le texte de cette page a été corrigé et est conforme au fac-similé.

κηροῦ, ἤγουν τὴν ὀλέθριον καὶ ἀποστατικὴν ὁμολογίαν. Καὶ ἀναστὰς ἀπὸ τοῦ ὕπνου ὁ πολλάκις μνημονευθεὶς οἰκονόμος Θεόφιλος εὗρεν τὸν χάρτην βεϐουλλωμένος ἐν τῷ στήθει αὐτοῦ. Καὶ περιχαρὴς γενόμενος, καὶ φόϐῳ συσχεθείς ὅλως, ἐτρόμασεν, καὶ αἱ ἁρμονίαι τῶν μελῶν αὐτοῦ διελύοντο. Καὶ τῇ ἐπαύριον, Κυριακῆς οὔσης, ἀπελθὼν ἐν τῇ ἁγίᾳ καὶ καθολικῇ ἐκκλησίᾳ, μετὰ τὴν ἀνάγνωσιν τοῦ ἁγίου εὐαγγελίου ῥίπτει ἑαυτὸν ἀθρόως εἰς τοὺς πόδας τοῦ ἁγιωτάτου αὐτοῦ ἐπισκόπου, καὶ λεπτομερῶς πάντα διηγησάμενος τὰ παρ’ αὐτοῦ πραχθέντα, καὶ τὸν χάρτην ἐπιδοὺς ἐν ταῖς χερσὶν αὐτοῦ ἐσφραγισμένον, καὶ πάντων θαυμαζόντων τῶν τε κληρικῶν καὶ λαϊκῶν καὶ παιδίων, αἰτεῖται ἀναγνωσλῆναι ἐπὶ ἄμϐωνος τὸν παμμίαρον χάρτην. Καὶ τούτου γενομένου, ἔγνω πᾶς ὁ λαὸς τὰ ἐπ’ αὐτῷ συμϐησόμενα, καὶ τὸ πῶς ἠνέχθη ὁ προλεχθεὶς χάρτης, ὥστε τὸν ἁγιώτατον ἐπίσκοπον κράζειν καὶ λέγειν· Δεῦτε πάντες οἱ πιστοὶ, δοξάσωμεν τὸν φιλάνθρωπον καὶ ἀληθινὸν ἡμῶν Θεόν. Δεῦτε φιλόθεοι, θεάσασθε παράδοξα θαυμάσια. Δεῦτε φιλόχριστοι, ἐπίγνωτε τὸν μὴ βουλόμενον τὸν θάνατον ἡμῶν τῶν ἁμαρτωλῶν, ἀλλὰ τὴν ἐπιστροφὴν ἐκδεχόμενον καὶ τὴν αἰώνιον ζωήν. Δεῦτε, ἴδετε, φιλόθεοι, πόσα δύναται ὁ στεναγμὸς τῆς ψυχῆς, καὶ τῆς καρδίας ὁ συντριμμὸς, καὶ τῶν δακρύων ἡ ἔκπλυσις. Τίς μὴ θαυμάσῃ, ἀδελφοί μου καὶ πατέρες, τὴν πολλὴν καὶ ἄφατον ἀνεξικακίαν τοῦ φιλανθρώπου καὶ εὐσπλάγχνου Θεοῦ ; Τίς μὴ ἐκπλαγῇς, φιλόθεοι καὶ φιλόχριστοι, τὸν πολὺ (l. -ὺν) καὶ ἄμετρον πλοῦτον, καὶ τὴν συγκατάϐασιν καὶ ἀγάπην τοῦ Θεοῦ πρὸς ἡμᾶς τοὺς ἁμαρτωλούς ; Βαϐαί· τεσσαράκοντα ἡμέρας ὁ νομοθέτης Μωϋσῆς νηστεύσας, τὰς θεοχαράκτους πλάκας ἐδέξατο· καὶ οὗτος ὁ ἀδελφὸς ἡμῶν Θεόφιλος, τεσσαράκοντα ἡμέρας προσπελάσας τῷ πανσέπτῳ ναῷ τῆς πανυμνήτου Θεοτόκου, τὸν χάρτην, ὃ πρώην ἀθετήσας ἀπώλεσεν, τοῦτον δι’ αὐτῆς ἀνέλαϐεν, κινηθεὶς εἰς πρεσϐείαν πρὸς τὸν ἀληθινὸν ἡμῶν Θεόν. Ἄισωμεν οὖν καὶ ἡμεῖς, ἀγαπητοὶ, σὺν αὐτῷ πάντες ἐκτενῶς ὕμνον, τὸν οὕτως εὐσπλάγχνως ὑπακούσαντα τῆς μετανοίας τοῦ προσελθόντος πρὸς αὐτὸν, διὰ τῆς μεσιτείας τῆς ἀχράντου Θεοτόκου, τὴν πρὸς