Discussion Page:Chaupy - Découverte de la maison de campagne d’Horace, Tome 2.djvu/225

Le contenu de la page n’est pas pris en charge dans d’autres langues.
La bibliothèque libre.

Texte en grec[modifier]

La note 1 comprend une citation en grec. Voir Strabon, Géographie, livre V, § 3.12, sur la wikisource grecque :

Ἐνδοτέρω δὲ τῆς κατ΄ αὐτὰς ὀρεινῆς ἄλλη ῥάχις ἐστί͵ μεταξὺ αὐλῶνα καταλείπουσα τὸν κατὰ Ἄλγιδον͵ ὑψηλὴ μέχρι τοῦ Ἀλβανοῦ ὄρους. ἐπὶ ταύτης δὴ τὸ Τούσκουλον ἵδρυται πόλις οὐ φαύλως κατεσκευασμένη· κεκόσμηται δὲ ταῖς κύκλωι φυτείαις καὶ οἰκοδομίαις͵ καὶ μάλιστα ταῖς ὑποπιπτούσαις ἐπὶ τὸ κατὰ τὴν Ρώμην μέρος. τὸ γὰρ Τοῦσκλον ἐνταῦθα ἐστὶ λόφος εὔγεως καὶ εὔυδρος͵ κορυφούμενος ἠρέμα πολλαχοῦ καὶ δεχόμενος βασιλείων κατασκευὰς ἐκπρεπεστάτας. συνεχῆ δ΄ ἐστὶ καὶ τὰ τῶι Ἀλβανῶι ὄρει ὑποπίπτοντα͵ τὴν αὐτήν τε ἀρετὴν ἔχοντα καὶ κατασκευήν. ἐφεξῆς δ΄ ἐστὶ πεδία͵ τὰ μὲν πρὸς τὴν Ρώμην συνάπτοντα καὶ τὰ προάστεια αὐτῆς͵ τὰ δὲ πρὸς τὴν θάλατταν· τὰ μὲν οὖν πρὸς τὴν θάλατταν ἧττόν ἐστιν ὑγιεινά͵ τὰ δὲ ἄλλα εὐάγωγά τε καὶ παραπλησίως ἐξησκημένα.
Fabrice Dury (d) 15 juin 2018 à 20:29 (UTC)[répondre]