Page:Démosthène - Œuvres complètes, Auger, 1820, tome 3.djvu/20

La bibliothèque libre.
Le texte de cette page a été corrigé et est conforme au fac-similé.
8 περὶ τῶν πρ. Ἀλέξ. Συνθ. λογ.


διακελεύεσθαί τινας ἐνταυθὶ ἐμμένειν τοῖς ὅρκοις, τοῖς δ’αὐτοὺς οὕτω περιβοήτως ἀνῃρηκόσι καταλείπειν ταύτην τὴν ἐξουσίαν ; Ἀλλ’οὐχ οἷόν τε ταῦθ’οὕτως ἔχειν, ἐὰν βούλησθε τῷ δικαίῳ χρῆσθαι· καὶ γὰρ ἔτι προσγέγραπται ἐν ταῖς συνθήκαις πολέμιον εἶναι τὸν ἐκεῖν’ἅπερ Ἀλέξανδρος ποιοῦντα ἅπασι τοῖς τῆς εἰρήνης κοινωνοῦσι, καὶ τὴν χώραν αὐτοῦ, καὶ στρατεύεσθαι ἐπ’αὐτὸν ἅπαντας. Οὐκοῦν ἐὰν ποιῶμεν τὰ συγκείμενα, πολεμίῳ χρησόμεθα τῷ καταγαγόντι.

Ἀλλὰ γὰρ εἴποιεν ἂν οἱ τυραννίζοντες οὗτοι, ὅτι πρὶν τὰς συνθήκας γενέσθαι ἐτυράννουν Μεσσηνίων οἱ Φιλιάδου παῖδες· διὸ καὶ καταγαγεῖν τὸν Ἀλέξανδρον αὐτούς. Ἀλλὰ καταγέλαστος ὁ λόγος, τοὺς μὲν ἐκ Λέσβου τυράννους, οἷον ἐξ Ἀντίσσης καὶ Ἐρέσου, ἐκβαλεῖν ὡς ἀδικήματος ὄντος τοῦ πολιτεύματος, τοὺς πρὸ τῶν ὁμολογιῶν τυραννήσαντας, ἐν δὲ Μεσσήνῃ μηδὲν οἴεσθαι διαφέρειν, τῆς αὐτῆς δυσχερείας ὑπαρχούσης Ἔπειτα καὶ ἐπιτάττει ἡ συνθήκη εὐθὺς ἐν ἀρχῇ ἐλευθέρους εἶναι καὶ αὐτονόμους τοὺς Ἕλληνας. Δικαὶωζ Πῶς οὐχ ὑπεράτοπον, ἡγεῖσθαι μὲν τῶν συνθηκῶν τὸ αὐτονόμους εἶναι καὶ ἐλευ-