Aller au contenu

Page:Démosthène - Œuvres complètes, Auger, 1820, tome 6.djvu/349

La bibliothèque libre.
Le texte de cette page a été corrigé et est conforme au fac-similé.
339
ΚΑΤΑ ΚΟΝΩΝΟΣ ΛΟΓΟΣ.
ΜAPTYRAI

Ὧν μὲν τοίνυν οὐδέν΄ ᾤμην δεῖν λόγον ποιεῖσθαι͵ ταῦτ΄ ἐστίν. Χρόνῳ δ΄ ὕστερον οὐ πολλῷ περιπατοῦντος͵ ὥσπερ εἰώθειν͵ ἑσπέρας ἐν ἀγορᾷ μου μετὰ Φανοστράτου τοῦ Κηφισιέως͵ τῶν ἡλικιωτῶν τινός͵ παρέρχεται Κτησίας ὁ υἱὸς ὁ τούτου͵ μεθύων͵ κατὰ τὸ Λεωκόριον͵ ἐγγὺς τῶν Πυθοδώρου. Kατιδὼν δ΄ ἡμᾶς καὶ κραυγάσας͵ καὶ διαλεχθείς τι πρὸς αὑτὸν οὕτως ὡς ἂν μεθύων͵ ὥστε μὴ μαθεῖν ὅ τι λέγοι͵ παρῆλθε πρὸς Μελίτην ἄνω. Έπινον δ΄ ἄρ΄ ἐνταῦθα (ταῦτα γὰρ ὕστερον ἐπυθόμεθα) παρὰ Παμφίλῳ τῷ γναφεῖ Κόνων οὑτοσί͵ Θεότιμός τις͵ Ἀρχεβιάδης͵ Σπίνθαρος ὁ Εὐβούλου͵ Θεογένης ὁ Ἀνδρομένους͵ πολλοί τινες͵ οὓς ἐξαναστήσας ὁ Κτησίας ἐπορεύετ΄ εἰς τὴν ἀγοράν. Kαὶ ἡμῖν συμβαίνει ἀναστρέφουσιν ἀπὸ τοῦ Φερρεφαττίου καὶ περιπατοῦσιν πάλιν κατ΄ αὐτό πως τὸ Λεωκόριον εἶναι͵ καὶ τούτοις περιτυγχάνομεν. Ὡς δ΄ ἀνεμείχθημεν͵ εἷς μὲν αὐτῶν͵ ἀγνώς τις͵ Φανοστράτῳ προσπίπτει καὶ κατεῖχεν ἐκεῖνον͵ Κόνων δ΄ οὑτοσὶ καὶ ὁ υἱὸς αὐτοῦ καὶ ὁ Ἀνδρομένους υἱὸς ἐμοὶ προσπεσόντες τὸ μὲν πρῶτον ἐξέδυσαν͵ εἶθ΄ ὑποσκελίσαντες καὶ ῥάξαντες εἰς τὸν βόρβορον οὕτω διέθηκαν ἐναλλόμενοι καὶ ὑβρίζοντες͵ ὥστε τὸ μὲν