Page:Démosthène - Œuvres complètes, Auger, 1820, tome 6.djvu/353

La bibliothèque libre.
Le texte de cette page a été corrigé et est conforme au fac-similé.
343
ΚΑΤΑ ΚΟΝΩΝΟΣ ΛΟΓΟΣ.


ἐδόκει τοῖς παροῦσιν ὡς τὸν Μειδίαν ἐκείνην τὴν ἑσπέραν κομίσαι͵ καὶ ἐποίησαν οὕτω. Λάβ΄ οὖν καὶ τὰς τούτων μαρτυρίας͵ ἵν΄ εἰδῆθ΄ ὅτι πολλοὶ συνίσασιν ὡς ὑπὸ τούτων ὑβρίσθην.

ΜΑΡΤΥΡΙΑΙ.

Λαβὲ δὴ καὶ τὴν τοῦ ἰατροῦ μαρτυρίαν.

ΜΑΡΤΥPΙΑ.

Τότε μὲν τοίνυν παραχρῆμ΄ ὑπὸ τῶν πληγῶν ἃς ἔλαβον καὶ τῆς ὕβρεως οὕτω διετέθην͵ ὡς ἀκούετε καὶ μεμαρτύρηται παρὰ πάντων ὑμῖν τῶν εὐθὺς ἰδόντων μετὰ δὲ ταῦτα τῶν μὲν οἰδημάτων τῶν ἐν τῷ προσώπῳ καὶ τῶν ἑλκῶν οὐδὲν ἔφη φοβεῖσθαι λίαν ὁ ἰατρός͵ πυρετοὶ δὲ παρηκολούθουν μοι συνεχεῖς καὶ ἀλγήματα͵ ὅλου μὲν τοῦ σώματος πάνυ σφοδρὰ καὶ δεινά͵ μάλιστα δὲ τῶν πλευρῶν καὶ τοῦ ἤτρου͵ καὶ τῶν σιτίων ἀπεκεκλείμην. Kαὶ ὡς μὲν ὁ ἰατρὸς ἔφη͵ εἰ μὴ κάθαρσις αἵματος αὐτομάτη μοι πάνυ πολλὴ συνέβη περιωδύνῳ ὄντι καὶ ἀπορουμένῳ ἤδη͵ κἂν ἔμπυος γενόμενος διεφθάρην· νῦνί δὲ τοῦτ΄ ἔσῳσε τὸ αἷμ΄ ἀποχωρῆσαν. Ὡς οὖν καὶ ταῦτ΄ ἀληθῆ λέγω͵ καὶ παρηκολούθησέ μοι τοιαύτη νόσος ἐξ ἧς εἰς τοὔσχατον ἦλθον͵ ἐξ ὧν ὑπὸ τούτων ἔλαβον πληγῶν͵ λέγε τὴν τοῦ ἰατροῦ μαρτυρίαν καὶ τὴν τῶν ἐπισκοπούντων.