Page:Démosthène - Œuvres complètes, Auger, 1820, tome 6.djvu/361

La bibliothèque libre.
Le texte de cette page a été corrigé et est conforme au fac-similé.
351
ΚΑΤΑ ΚΟΝΩΝΟΣ ΛΟΓΟΣ.


τουσι͵ τούτοις ἀποκεῖσθαι προσήκει τὰς τοιαύτας καταφυγάς͵ κἀκείνοις οὐκ εἰς τὸ μὴ δοῦναι δίκην͵ ἀλλ΄ εἰς τὸ τῆς προσηκούσης ἐλάττω. Ὅστις δ΄ ἐτῶν μέν ἐστιν πλειόνων ἢ πεντήκοντα͵ παρὼν δὲ νεωτέροις ἀνθρώποις καὶ τούτοις υἱέσιν͵ οὐχ ὅπως ἀπέτρεψεν ἢ διεκώλυσεν͵ ἀλλ΄ αὐτὸς ἡγεμὼν καὶ πρῶτος καὶ πάντων βδελυρώτατος γεγέ νηται͵ τίν΄ ἂν οὗτος ἀξίαν τῶν πεπραγμένων ὑπόσχοι δίκην; ἐγὼ μὲν γὰρ οὐδ΄ ἀποθανόντ΄ οἴομαι. Kαὶ γὰρ εἰ μηδὲν αὐτὸς εἴργαστο τῶν πεπραγμένων͵ ἀλλ΄ εἰ παρεστηκότος τούτου Κτησίας ὁ υἱὸς ὁ τούτου ταὔθ΄ ἅπερ νυνὶ πεποιηκὼς ἐφαίνετο͵ τοῦτον ἐμισεῖτ΄ ἂν δικαίως. Eἰ γὰρ οὕτω τοὺς αὑτοῦ προῆκται παῖδας ὥστ΄ ἐναντίον ἐξαμαρτάνοντας ἑαυτοῦ͵ καὶ ταῦτ΄ ἐφ΄ ὧν ἐνίοις θάνατος ἡ ζημία κεῖται͵ μήτε φο βεῖσθαι μήτ΄ αἰσχύνεσθαι͵ τί τοῦτον οὐκ ἂν εἰκότως παθεῖν οἴεσθε; ἐγὼ μὲν γὰρ ἡγοῦμαι ταῦτ΄ εἶναι σημεῖα τοῦ μηδὲ τοῦτον τὸν ἑαυτοῦ πατέρ΄ αἰσχύνεσθαι· εἰ γὰρ ἐκεῖνον αὐτὸς ἐτίμα καὶ ἐδεδίει͵ κἂν τούτους αὑτὸν ἠξίου. 24 Λαβὲ δή μοι καὶ τοὺς νόμους͵ τόν τε τῆς ὕβρεως καὶ τὸν περὶ τῶν λωποδυτῶν· καὶ γὰρ τούτοις ἀμφοτέροις ἐνόχους τούτους ὄψεσθε. Λέγε.

ΝΟΜΟΙ.

Τούτοις τοῖς νόμοις ἀμφοτέροις ἐκ τῶν πεπραγμένων ἔνοχος Κόνων ἐστὶν οὑτοσί Καὶ γὰρ ὕβριζεν