μένα τούτοις δεινότερα͵ ἀλλ΄ ἡμεῖς οὐχ οἷοί τε γενοίμεθ΄ ἂν πάντας ἐξευρεῖν τοὺς ἠδικημένους.
38 Ὃ τοίνυν πάντων ἀναιδέστατον μέλλειν αὐτὸν ἀκούω ποιεῖν͵ βέλτιον νομίζω προειπεῖν ὑμῖν εἶναι. φασὶ γὰρ παραστησάμενον τοὺς παῖδας αὐτὸν κατὰ τούτων ὀμεῖσθαι͵ καὶ ἀράς τινας δεινὰς καὶ χαλεπὰς ἐπαράσεσθαι καὶ τοιαύτας οἵας ἀκηκοώς γέ τις θαυμάσας ἀπήγγελλεν ἡμῖν. Ἔστι δ΄͵ ὦ ἄνδρες δικασταί͵ ἀνυπόστατα μὲν τὰ τοιαῦτα τολμήματα· οἱ γὰρ οἶμαι βέλτιστοι καὶ ἥκιστ΄ ἂν αὐτοί τι ψευσάμενοι μάλισθ΄ ὑπὸ τῶν τοιούτων ἐξαπατῶνται· οὐ μὴν ἀλλὰ δεῖ πρὸς τὸν βίον καὶ τὸν τρόπον ἀποβλέποντας πιστεύειν.
Tὴν δὲ τούτου πρὸς τὰ τοιαῦτ΄ ὀλιγωρίαν ἐγὼ πρὸς ὑμᾶς ἐρῶ· πέπυσμαι γὰρ ἐξ ἀνάγκης. Άκούω γάρ͵ ὦ ἄνδρες δικασταί͵ Βάκχιόν τέ τινα͵ ὃς παρ΄ ὑμῖν ἀπέθανε͵ καὶ Ἀριστοκράτην τὸν τοὺς ὀφθαλμοὺς διεφθαρμένον καὶ τοιούτους ἑτέρους καὶ Κόνωνα τουτονὶ ἑταίρους εἶναι μειράκι΄ ὄντας καὶ Τριβαλλοὺς ἐπωνυμίαν ἔχειν· τούτους τά θ΄ Ἑκαταῖα [κατεσθίειν͵] καὶ τοὺς ὄρχεις τοὺς ἐκ τῶν χοίρων͵ οἷς καθαίρουσιν ὅταν εἰσιέναι μέλλωσιν͵ συλλέγοντας ἑκάστοτε συνδειπνεῖν ἀλλήλοις͵ καὶ ῥᾷον ὀμνύναι καὶ ἐπιορκεῖν,