Page:Démosthène - Œuvres complètes, Auger, 1820, tome 8.djvu/372

La bibliothèque libre.
Le texte de cette page a été corrigé et est conforme au fac-similé.
376
ΠΡΟΣ ΜΑΚΑΡΤΑΤΟΝ ΛΟΓΟΣ.


ἐνόμιζον, ἐν τούτῳ τῷ μνήματι οἱ μὲν ἄλλοι ἅπαντες οἱ ἀπὸ τοῦ Βουσέλου κεῖνται, καὶ ὁ Ἁγνίας καὶ ὁ Εὐβουλίδης καὶ ὁ Πολέμων καὶ οἱ ἄλλοι ἅπαντες τοσοῦτοι ὄντες συγγενεῖς, οἱ ἀπὸ τοῦ Βουσέλου, ἅπαντες οὗτοι κοινωνοῦσιν τοῦ μνήματος τούτου· ὁ δὲ τουτουὶ πατὴρ Μακαρτάτου καὶ ὁ πάππος οὐ κεκοινωνήκασιν τούτου, ἀλλ' αὑτοῖς ἰδίᾳ ἐποιήσαντο μνῆμα ἄπωθεν τοῦ Βουσελιδῶν μνήματος. Δοκοῦσιν ὑμῖν, ὦ ἄνδρες δικασταί, προσήκειν τι τῷ οἴκῳ τῷ Ἁγνίου, πλὴν τοῦ ἔχειν ἁρπάσαντες τὰ μὴ προσήκοντα; Εἰ δ' ἐξερημωθήσεται ἢ ἀνώνυμος ἔσται ὁ οἶκος ὁ Ἁγνίου καὶ ὁ Εὐβουλίδου τοῦ ἀνεψιοῦ τοῦ Ἁγνίου, οὐδὲ κατὰ τοὐλάχιστον πώποτ' αὐτοῖς ἐμέλησεν.

Ἐγὼ δ', ὦ ἄνδρες δικασταί, βοηθῶ μὲν ὡς οἷός τ' εἰμὶ μάλιστα τοῖς τετελευτηκόσιν ἐκείνοις· οὐ πάνυ δ' ἐστὶ ῥᾴδιον ταῖς τούτων παρασκευαῖς ἀνταγωνίζεσθαι. Παραδίδωμι οὖν ὑμῖν τὸν παῖδα τουτονί, ὦ ἄνδρες δικασταί, ἐπιμεληθῆναι, ὅπως ὑμῖν δοκεῖ δικαιότατον εἶναι. Οὗτος εἰσπεποίηται εἰς τὸν οἶκον τὸν Εὐβουλίδου, καὶ εἰσῆκται εἰς τοὺς φράτερας, οὐκ εἰς τοὺς ἐμούς, ἀλλ' εἰς τοὺς Εὐβουλίδου καὶ Ἁγνίου καὶ Μακαρτάτου τουτουί. Καὶ ὅτε εἰσήγετο, οἱ μὲν ἄλλοι φράτερες κρύβδην ἔφερον τὴν ψῆφον, οὑτοσὶ δὲ Μακάρτατος φανερᾷ τῇ ψήφῳ ἐψηφίσατο ὀρθῶς