Aller au contenu

Page:Julien l’apostat - Défense du paganisme par l’empereur Julien, en grec et en françois, 1769, tome 2.djvu/10

La bibliothèque libre.
Le texte de cette page a été corrigé et est conforme au fac-similé.
8
REFLEXIONS

ἢ τὸ δουλέυειν καὶ πρὸς ἐπίταγμα ζῇν ἀλλότριον ; οὐδεὶς οὕτως ἐστιν ἀναίσχυντος, ὡς ἑλέσθαι μᾶλλον τὸ δεύτερον. ἀλλὰ τὸ πολέμῳ κρατεῖν, οἰήσεται τις τοῦ κρατεῖσθαι χεῖρον ; οὕτω τίς ἐστιν ἀναίσθητος ; εἰ δὲ ταῦτα ἀληθῆ φαμὲν, ἕνα μοι κατὰ Ἀλέξανδρον δείξατε στρατηγὸν, ἕνα κατὰ Καίσαρα, παρὰ τοῖς Ἑβραίοις. οὐ γὰρ δὴ παρ’ ὑμῖν. καίτοι μὰ τοὺς Θεοὺς, εὖ οἶδ’ ὅτι περιυβρίζω τοὺς ἄνδρας. ἐμνημόνευσα δὲ αὐτῶν ὡς γνωρίμων, οἱ γὰρ δὴ τούτων ἐλάττους ὑπὸ πολλῶν ἀγνοοῦνται, ὧν ἕκαστος · πάντων ὁμοῦ τῶν παρ’ Ἑβραίοις γεγονότων ἐστὶ θαυμαστότερος.

Ἀλλ’ ὅτε τῆς πολιτείας θεσμὸς, καὶ τύπος τῶν δικαστηρίων, ἡ δὲ περὶ τὰς πόλεις οἰκονομία καὶ τὸ κάλλος, ἡ δὲ ἐν τοῖς μαθήμασιν ἐπίδοσις, ἡ δὲ ἐν ταῖς ἐλευθέροις τέχναις ἄσκησις, οὐχ ὡς Ἑβραίων μὲν ἦν ἀθλία καὶ βαρβαρική ; καὶ τοι βούλεται ὁ μοχθηρὸς Εὐσέβιος,