6. Οἱ δὲ λαϐόντες τὸν Κύριον[1], ὤθουν αὐτὸν[2] τρέχοντες καὶ ἔλεγον · σύρωμεν τὸν υἱὸν τοῦ θεοῦ, ἐξουσίαν αὐτοῦ ἐσχηκότες. 7. καὶ πορφύραν αὐτὸν περιέϐαλον[3], καὶ ἐκάθισαν αὐτὸν ἐπὶ καθέδραν κρίσεως λέγοντες · δικαίως κρῖνε, βασιλεῦ τοῦ Ἰσραήλ. 8. καί τις αὐτῶν ἐνεγκὼν στέφανον ἀκάνθινον ἔθηκεν ἐπὶ τῆς κεφαλῆς τοῦ Κυρίου. (P. 3) 9. καὶ ἕτεροι ἑστῶτες ἐνέπτυον αὐτοῦ ταῖς ὄψεσι, καὶ ἄλλοι[4] τὰς σιαγόνας[5] αὐτοῦ ἐράπισαν. ἕτεροι καλάμῳ ἔνυσσον αὐτὸν. καί τινες αὐτὸν ἐμάστιζον λέγοντες · ταύτῃ τῇ τιμῇ τιμήσωμεν[6] τὸν υἱὸν τοῦ θεοῦ.
10. Καὶ ἤνεγκον[7] δύο κακούργους, καὶ ἐσταύρωσαν ἀνὰ μέσον αὐτῶν τὸν Κύριον[8] · αὐτὸς δὲ ἐσιῶπα, ὡς μηδένα[9] πόνον ἔχων · 11. καὶ ὅτε ὤρθωσαν[10] τὸν σταυρὸν[11] ἐπέγραψαν ὅτι · οὗτός ἐστιν ὁ βασιλεὺς[12] τοῦ Ἰσραήλ. 12. καὶ τεθεικότες τὰ ἐνδύματα ἔμπροσθεν[13] αὐτοῦ διεμερίσαντο, καὶ λαχμὸν ἔϐαλον ἐπ’ αὐτοῖς[14]. 13. εἷς δέ τις τῶν κακούργων ἐκείνων ὠνείδισεν[15] αὐτοὺς λέγων · ἡμεῖς διὰ τὰ κακὰ ἃ ἐποιήσαμεν οὕτω πεπόνθαμεν · οὗτος[16] δὲ, σωτὴρ γενόμενος τῶν ἀνθρώπων, τί ἠδίκησεν ὑμᾶς ; 14. καὶ, ἀγανακτήσαντες ἐπ’ αὐτῷ, ἐκέλευσαν ἵνα μὴ σκελοκοπηθῇ, ὅπως βασανιζόμενος ἀποθάνοι.