Cette page a été validée par deux contributeurs.
ΑΠΟΚΑΛϒΨΙΣ ΠΕΤΡΟϒ
(P. 19) 1 Πολλοὶ ἐξ αὐτῶν ἔσονται ψευδοπροφῆται, ϰαὶ ὁδους ϰαὶ δόγματα ποιϰίλα[1] τῆς ἀπωλείας διδάξουσιν[2]. 2 ἐϰεῖνοι[3] δὲ υἱοί τῆς ἀπωλείας γενήσονται. 3 ϰαὶ τότε[4] ἐλεύσεται ὁ θεὸς ἐπὶ τοὺς[5] πιστούς μου τοὺς πεινῶντας[6] ϰαὶ διψῶν[τας][7] ϰαὶ θλιϐομένους ϰαὶ ἐν τούτῳ τῷ βίῳ τὰς ψυχὰς ἑαυτῶν δοϰιμάζοντας, ϰαὶ ϰρινεῖ τοὺς υἱοὺς τῆς ἀνομίας. 4 ϰαὶ[8] προσθεὶς ὁ Κύριος ἔφη · ἄγωμεν εἰς τὸ ὄρος[9], εὐξώμεθ[α][10].
5 Ἀπερχόμενοι δὲ μετ’ αὐτοῦ, ἡμεῖς, οἱ δώδεκα μ[α]θ[η]ταὶ[11], ἐδεήθημεν ὅπως δείξῃ ἡμῖν ἕνα τῶν ἀδελφῶν ἡμῶν δικαίων τῶν ἐξελθόντων ἀπὸ τοῦ κόσμου, ἵνα ἴδωμεν ποταποί εἰσι τὴν μορφὴν καὶ θαρσήσαντες παραθαρσύνωμεν καὶ τοὺς ἀκούοντας ἡμῶν ἀνθρώπους. 6 καὶ, εὐχομένων ἡμῶν,