Page:Manuel d’Épictète, trad. Joly, 1915.djvu/46

La bibliothèque libre.
Le texte de cette page a été corrigé et est conforme au fac-similé.
——20——

XXII.

Εἰ φιλοσοφίας ἐπιθυμεῖς, παρασϰευάζου αὐτόθεν, ὡς ϰατα- γελασθησόμενος, ὡς ϰαταμωϰησομένων σου πολλῶν1, ὡς ἐρούντων, ὅτι, Ἄφνω φιλόσοφος ἡμῖν ἐπανελήλυθε· ϰαὶ, Πόθεν ἡμῖν αὕτη ἡ ὀφρύς; Σὺ δὲ ὀφρὺν μὲν μὴ σχῇς· τῶν δὲ βελτίστων σοι φαινομένων οὕτως ἔχου, ὡς ἀπὸ τοῦ Θεοῦ τεταγμένος εἰς ταύτην τὴν χώραν· μέμνησό τε, διότι, ἐὰν μὲν ἐμμείνῃς τοῖς αὐτοῖς, οἱ ϰαταγελῶντές σου τὸ πρότερον, οὗτοί σε ὕστερον θαυμάσονται· ἐὰν δὲ ἡττηθῇς αὐτῶν, διπλοῦν προςλήψῃ ϰαταγέλωτα.

XXIII.

Ἐάν ποτέ σοι γένηται ἔξω στραφῆναι, πρὸς τὸ βούλεσθαι ἀρέσαι τινὶ, ἴσθι, ὅτι ἀπώλεσας τὴν ἔνστασιν. Ἀρϰοῦ οὖν, ἐν παντὶ, τῷ εἶναι φιλόσοφος. Εἰ δὲ ϰαὶ δοϰεῖν βούλει [τῳ εἶναι,] σαυτῷ φαίνου· ϰαὶ ἱϰανὸς ἔσῃ.

XXIV.

1. Οὗτοί σε οἱ διαλογισμοὶ μὴ θλιϐέτωσαν· Ἄτιμος ἐγὼ βιώσομαι, ϰαὶ οὐδεὶς οὐδαμοῦ. Εἰ γὰρ ἡ ἀτιμία ἐστὶ ϰαϰὸν, οὐ δύνασαι ἐν ϰαϰῷ εἶναι δι᾿ ἄλλον, οὐ μᾶλλον ἢ ἐν αἰσχρῷ. Μή τι οὖν σόν ἐστιν ἔργον, τὸ ἀρχῆς τυχεῖν, ἢ παραληφθῆναι ἐφ᾽ ἑστίασιν ; οὐδαμῶς. Πῶς οὖν ἔτι τοῦτ᾽ ἔστιν ἀτιμία ; πῶς δὲ οὐδεὶς οὐδαμοῦ ἔσῃ, ὃν ἐν μόνοις εἶναι τινα δεῖ τοῖς ἐπὶ σοὶ, ἐν οἷς ἔξεστί σοι εἶναι πλείστου ἀξίῳ ;

2. Ἀλλά σοι οἱ φίλoι ἀϐοήθητοι ἔσονται. Τί λέγεις τὸ ἀϐοήθητοι ; οὐχ ἕξουσι παρὰ σοῦ ϰερμάτιόν, οὐδὲ πολίτας Ῥωμαίων αὐτοὺς ποιήσεις ; τίς οὖν σοι εἶπεν, ὅτι ταῦτα τῶν


1. Ainsi, pour Épictète, la philosophie est comme une pro-