ΣΩ. Καὶ πολύ γε.
ΕΤ. Τί φῄς ; ἀστῷ ἢ ξένῳ ;
ΣΩ. Ξένῳ.
ΕΤ. Ποδαπῷ ;
ΣΩ. Ἀϐδηρίτῃ.
ΕΤ. Καὶ οὕτω καλός τις ὁ ξένος[1] ἔδοξέν σοι εἶναι, ὥστε τοῦ Κλεινίου ὑέος καλλίων σοι φανῆναι ;
ΣΩ. Πῶς δ' οὐ μέλλει, ὦ μακάριε, τὸ σοφώτατον κάλλιον φαίνεσθαι ;
ΕΤ. Ἀλλ' ἦ σοφῷ τινι ἡμῖν, ὦ Σώκρατες, ἐντυχὼν πάρει ;
ΣΩ. Σοφωτάτῳ μὲν οὖν δήπου τῶν γε νῦν, εἴ σοι δοκεῖ d σοφώτατος[2] εἶναι Πρωταγόρας.
ΕΤ. Ὢ τί λέγεις ; Πρωταγόρας ἐπιδεδήμηκεν ;
ΣΩ. Τρίτην γε ἠδη ἡμέραν.
ΕΤ. Καὶ ἄρτι ἄρα ἐκείνῳ συγγεγονὼς ἥκεις ;
ΣΩ. Πάνυ γε πολλὰ καὶ εἰπὼν καὶ ἀκούσας. 310
ΕΤ. Τί οὖν οὐ διηγήσω ἡμῖν τὴν ξυνουσίαν, εἰ μή σέ τι κωλύει, καθιζόμενος ἐνταυθί, ἐξαναστήσας τὸν παῖδα τουτονί ;
ΣΩ. Πάνυ μὲν οὖν· καὶ χάριν γε εἴσομαι, ἐὰν ἀκούητε.
ΕΤ. Καὶ μὴν καὶ ἡμεῖς σοί, ἐὰν λέγῃς.
ΣΩ. Διπλῆ ἂν εἴη ἡ χάρις. Ἀλλ' οὖν ἀκούετε.
Τῆς παρελθούσης νυκτὸς ταυτησί, ἔτι βαθέος ὄρθρου, Ἱπποράτης ὁ Ἀπολλοδώρου ὑός, Φάσωνος δὲ ἀδελφός, τὴν θύραν τῇ βακτηρίᾳ πάνυ σφόδρα ἐκρουε, καὶ ἐπειδὴ b αὐτῷ ἀνέῳξέ τις, εὐθὺς εἴσω ῇειν ἐπειγόμενος, καὶ τῇ φωνῇ μέγα λέγων, Ὦ Σώκρατες, ἔφη, ἐγρήγορας ἢ καθεύδεις ; — Καὶ ἐγὼ τὴν φωνὴν γνοὺς αὐτοῦ, Ἱπποκράτης, ἔφην, οὖτος· μὴ ἀγαθά γε. — Εὖ ἂν λέγοις, ἦν δ' ἐγώ. Ἔστι δὲ τί, καὶ τοῦ ἕνεκα τηνικάδε ἀφίκου ; — Πρωταγόρας,