Page:Platon - Œuvres complètes, Les Belles Lettres, tome III, 1.djvu/29

La bibliothèque libre.
Cette page n’est pas destinée à être corrigée.
21
309 c
ΠΡΩΤΑΓΟΡΑΣ

ΣΩ. Καὶ πολύ γε.

ΕΤ. Τί φῄς ; ἀστῷ ἢ ξένῳ ;

ΣΩ. Ξένῳ.

ΕΤ. Ποδαπῷ ;

ΣΩ. Ἀϐδηρίτῃ.

ΕΤ. Καὶ οὕτω καλός τις ὁ ξένος[1] ἔδοξέν σοι εἶναι, ὥστε τοῦ Κλεινίου ὑέος καλλίων σοι φανῆναι ;

ΣΩ. Πῶς δ' οὐ μέλλει, ὦ μακάριε, τὸ σοφώτατον κάλλιον φαίνεσθαι ;

ΕΤ. Ἀλλ' ἦ σοφῷ τινι ἡμῖν, ὦ Σώκρατες, ἐντυχὼν πάρει ;

ΣΩ. Σοφωτάτῳ μὲν οὖν δήπου τῶν γε νῦν, εἴ σοι δοκεῖ d σοφώτατος[2] εἶναι Πρωταγόρας.

ΕΤ. Ὢ τί λέγεις ; Πρωταγόρας ἐπιδεδήμηκεν ;

ΣΩ. Τρίτην γε ἠδη ἡμέραν.

ΕΤ. Καὶ ἄρτι ἄρα ἐκείνῳ συγγεγονὼς ἥκεις ;

ΣΩ. Πάνυ γε πολλὰ καὶ εἰπὼν καὶ ἀκούσας. 310

ΕΤ. Τί οὖν οὐ διηγήσω ἡμῖν τὴν ξυνουσίαν, εἰ μή σέ τι κωλύει, καθιζόμενος ἐνταυθί, ἐξαναστήσας τὸν παῖδα τουτονί ;

ΣΩ. Πάνυ μὲν οὖν· καὶ χάριν γε εἴσομαι, ἐὰν ἀκούητε.

ΕΤ. Καὶ μὴν καὶ ἡμεῖς σοί, ἐὰν λέγῃς.

ΣΩ. Διπλῆ ἂν εἴη ἡ χάρις. Ἀλλ' οὖν ἀκούετε.

Τῆς παρελθούσης νυκτὸς ταυτησί, ἔτι βαθέος ὄρθρου, Ἱπποράτης ὁ Ἀπολλοδώρου ὑός, Φάσωνος δὲ ἀδελφός, τὴν θύραν τῇ βακτηρίᾳ πάνυ σφόδρα ἐκρουε, καὶ ἐπειδὴ b αὐτῷ ἀνέῳξέ τις, εὐθὺς εἴσω ῇειν ἐπειγόμενος, καὶ τῇ φωνῇ μέγα λέγων, Ὦ Σώκρατες, ἔφη, ἐγρήγορας ἢ καθεύδεις ; — Καὶ ἐγὼ τὴν φωνὴν γνοὺς αὐτοῦ, Ἱπποκράτης, ἔφην, οὖτος· μὴ ἀγαθά γε. — Εὖ ἂν λέγοις, ἦν δ' ἐγώ. Ἔστι δὲ τί, καὶ τοῦ ἕνεκα τηνικάδε ἀφίκου ; — Πρωταγόρας,

  1. c 6 ξ'νῳ omisit W
  2. c 11 σοφώτατον codd. : σοφώτερον Ficinus (quod sapientius est).