τοσουτοὺς ϰόπους ϰαὶ μόχθους εἰς οὐδέν λόγισαι[1], άλλὰ πληροϕόρησόν με μετὰ τίνος ἔχω μέρος. » Καὶ ἦλθεν ἄγγελος Κυρίου πρὸς αὐτὸν ϰαὶ λέγει αὐτῷ[2]· Εἶπόν σοι, γέρων, ὅτι μετὰ Θεοδοσίου τοῦ βασιλέως ἔχεις μέρος· » Ὁ δὲ γέρων ἀναστὰς εἶπεν ἐν ἑαυτῷ· « Εἰ μετὰ Θεοδοσίου τοῦ βασιλέως ἔχω μέρος, εἰ ἐπὶ τοσοῦτον εἴμι εὐτελὴς ϰαὶ ἀχρεῖος ἐνώπιον Κυρίου, ἵνα μετὰ ϰοσμιϰοῦ ϰαταγῶ, εἰ[3] πολλάϰις ἐϰεῖνός ἐστιν θαυμαστῆς ἀρετῆς, ϰαὶ πράξεως ἀγαθῆς ἔμπλεος, ἀπέρχομαι[4] οὖν ϰαὶ θεωρῶ τὴν πολιτείαν αὐτοῦ. »
Ἔλαϐεν οὖν τὸ μηλοτήριον αὐτοῦ ϰαὶ τὴν βαϰτηρίαν ἐν τῇ χειρὶ αὐτοῦ, ϰαὶ ἐπορεύθη ἐν Κωνσταντινούπολιν, ϰαὶ διαφθάσασ[5] εἰς τὸ παλατίον τοῦ βασιλέως εἰσῆλθεν[6]. Εὐθέως δὲ ἐμήνυσαν οἱ λεγόμενοι σελεντιά τῷ βασιλεῖ τὴν ἄφιξιν τοῦ γέροντος[7]. Καὶ ἐϰάλεσεν ὁ βασιλεὺς εἰσιέναι αὐτόν. Ἦν δὲ ὁ βασιλεὺς Θεοδόσιος φιλομόναχος πάνυ[8], ἐξῆλθεν[9] δὲ ϰαὶ αὐτὸς εἰς ἀπάντησιν τοῦ γέροντος, ϰαὶ ὑπαντήσας[10] αὐτῷ μετὰ χαρᾶσ[11], ἔϐαλον ἀμφότεροι μετάνοιαν ϰαὶ γενομένης εὐχῆς[12] παρὰ τοῦ γέροντος, ἀνέστησαν ἀμφότεροι, ἔδωϰαν δὲ ἀλλήλοις[13] τὸν ἀσπασμόν.
Καὶ ὁ βασιλεὺς, τῆς χειρὸς τοῦ γέροντος ἐπιλαβόμενος, εὐλαϐείᾳ τῇ πρεπούσῃ[14], λέγει πρὸς αὐτόν· « Τίμιε[15] πατέρ, πόθεν εἶ[16], ϰαὶ τίνος χάριν πρὸς ἡμᾶς παραγέγονας ; » Ὁ δὲ γέρων εἶπεν πρὸς αὐτόν[17]. « Πίστευσον τέϰνον, ἐϰ τῆς ἐρήμου τῆς ἁγίας πόλεως εἰμὶ, πέραν τοῦ Ἰορδάνου, σοῦ δὲ ἕνεϰα ἐνταῦθα παραγέγονα. » Λέγει δὲ πρὸς αὐτὸν ὁ βασιλεὺς· « Διὰ ποίαν αἰτίαν, πατέρ ; » Ὁ δὲ γέρων εἶπεν· « Ἔχω σοί τι ϰατʹ ἰδίαν εἰπεῖν[18]. » Εἰσελθόντων δὲ αὐτῶν εἰς τὸν ϰουϐουϰλίον[19], λέγει πρὸς τὸν βασιλέα ὁ γέρων· « Εἰπέ μοι, τέϰνον τὰς πράξεις σου. » Λέγει πρὸς αὐτὸν ὁ βασιλεύσ· « Ποίας πράξϰοεις ἔχω εἰπεῖν, ϰοσμιϰὸς ἄνθρωπος ὦν ; Καὶ λέγει πρὸς αὐτὸν ὁ γέρων· « Διὰ τὸν Κύριον, τέϰνον, εἰπέ μοι ἐν άληθείᾳ πῶς πολιτεύεσαι. » Ὁ δὲ βασιλεὺς ἐπέμενεν ἐν[20] τῇ ταπεινοφροσύνῃ, λέγων πρὸς τὸν γέροντα· « Πάτερ, παρὰ ϰοσμιϰοῦ ἀνθρώπου θαυμάζω πῶς πρᾶξιν ϰαὶ πολιτείαν ἐπιζητεῖσ[21]. Πράξεις δε ϰαὶ πολιτείαι τελείων ἀνδρῶν εἰσὶν[22], οἷος ἦν ὁ ἀϐϐᾶς Ἀντώνιος ϰαὶ ὁ ἀϐϐᾶς Μαϰάριος[23], ϰαὶ ὁ ἀϐϐᾶς Παχώμιος[24], ϰαὶ ὁ ἀϐϐᾶς Ποιμὴν[25], ϰαὶ οἱ ὁμοίοι αὐτῶν. Ἐγὼ δὲ πατὲρ, ἄνθρωπός εἰμι ϰοσμιϰὸς ϰαὶ ἁμαρτωλὸς, ἰδοὺ γὰρ, ὡς ὁρᾶς, βασιλεύς εἰμι[26]. » Ὁ δὲ γέρων εἶπεν πρὸς αὐτόν· « Πίστευσον, τέϰνον, ἐγὼ ἔχω διάγων ἐν τῇ ἐρήμῳ πέραν τοῦ Ἰορδάνου[27] ἔτη τεσσαράϰοντα, θηρίοις συνδιάγων γυμνὸς[28], ϰαὶ οὔτε ἄνθρωπον εἶδον[29], οὔτε[30] ἄρτον ἔφαγον, ἀλλὰ γυμνὸς συγϰαιόμενος[31] τῷ ϰαύσωνι τῆς ἡμέρας ϰαὶ τῷ τῆς νυϰτός. Ἐδεήθην οὖν τοῦ Θεοῦ, ἵνα ἀποϰαλύψῃ μοι[32] μετά τινος ἔχω μέρος. Καὶ ἀπεϰάλυψέν μοι ὁ Θεὸς, λέγων[33]. « Μετὰ[34] Θεοδοσίου τοῦ βασιλέως ἔχεις μέρος. » Ἐγὼ δὲ ἀϰούσας[35] ἐλυπήθην σφόδρα, λέγων· « Εἰ μετὰ τοσαῦτα ἔτη ϰαὶ τοσούτους ϰόπους ϰαὶ μόχθους[36], ϰαὶ « τοσαύτην ἄσϰησιν μετὰ ϰοσμιϰοῦ ἔχοντος γυναῖϰα, ϰαὶ διάγοντος ἐν τρυφῇ ἔχει[37] τὸ μέρος
- ↑ λόγησοι B.
- ↑ Καὶ ἀποϰριθῆς ὀ ἄγγελος K. πρ. αὐ. λέγει B.
- ↑ ἦ A.
- ↑ με A.
- ↑ διφ. Β, δηφ. A.
- ↑ ἐν τῷ παλατίῳ πρὸς τὸν βασιλέα Β.
- ↑ τὴν τοῦ γέρ. ἄφηξιν Β.
- ↑ πάνυ φιλ. Β.
- ↑ εἰσῆλθεν Β.
- ↑ ὑπίντηνσεν A.
- ↑ πολλῆς χαρίας Β. — A aj. ϰαὶ
- ↑ εὐχ. γενωμ. Β.
- ↑ ἀν. ϰαὶ ἐδ. ἀλλ. Β.
- ↑ Καὶ ϰρατήσας ὁ βας. τὴν χεῖρα τοῦ γέροντος A.
- ↑ om. A.
- ↑ ἧ Β.
- ↑ πρὸς τὸς βας. A.
- ↑ (A I. πίστευσον…..) : ἔχω σοι τί ϰαθημέραν εἰπεῖν.
- ↑ ἐν τῷ ϰουϐουϰλίῳ A.
- ↑ ὑπέμεινε Β.
- ↑ ζητῆς Β.
- ↑ ἐστιν A.
- ↑ B om. ϰαὶ ὁ ἀϐ. M.
- ↑ Παχούμιος A.
- ↑ B om. ϰαὶ ὁ ἀϐ. Π
- ↑ πατὲρ, ἁμαρτωλὸς ἄνθρωπός εἰμι Β.
- ↑ τέϰνον, ἔχω ἐν τῇ ἐρ. διάγων Β.
- ↑ om. A.
- ↑ ϰαὶ οὐϰ ἴδον πρόσωπον ἀνθρώπου Α.
- ↑ οὐδὲ γὰρ Α.
- ↑ συγϰεό. AB.
- ↑ με B.
- ↑ ἀπ. με λέγων B.
- ↑ ὅτι μετὰ A.
- ↑ ἀϰούων Β.
- ↑ A om. ϰαὶ μ.
- ↑ ἔχη Α.