Page:Rutebeuf - Oeuvres complètes, recueillies par Jubinal, tome II, 1839.djvu/346

La bibliothèque libre.
Le texte de cette page a été corrigé et est conforme au fac-similé.

σεμνοπρεπεστάτης Ἰουστίνης στηριχθεὶς, καὶ ὑπερϐαλλόντως τῇ μετανοίᾳ προσελθὼν, οὐ μόνον τῶν κακῶν τὴν ἄφεσιν ἔλαϐεν, ἀλλὰ καὶ τοῦ κλήρου τῶν μαρτύρων ἠξιώθη, καὶ τὸν στέφανον παρὰ Χριστοῦ ἐκομίσατο ; Ὅθεν κἀγὼ ὁ ἁμαρτωλὸς θαῤῥῶν τῶν τοιούτων καὶ τηλικούτων ὑποδειγμάτων, προσέρχομαι παρακαλῶν τὴν σὴν πάμπλουτον προστασίαν, χεῖρά μοι ὀρέξαι καὶ δοθῆναί μοι συγχώρησιν παρὰ τοῦ ϒἱοῦ σου καὶ Θεοῦ ἡμῶν, ὧνπερ κακῶς ἐπλημμέλησα. Ταῦτα αὐτοῦ ἀπολογουμένου, λέγει αὐτῷ ἡ πάνσεπτος καὶ πανύμνητος Θεοτόκος· Ὁμολόγησόν με, ὦ ἄνθρωπε, ὅτι ὃν ἐγέννησα υἱὸν, ὃν καὶ ἠρνήσω, αὐτὸς ἐστὶν ὁ Χριστὸς ὁ ϒἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος, ὁ ἐρχόμενος κρῖναι ζῶντας καὶ νεκρούς· καὶ ἐγὼ παρακαλέσω αὐτὸν καὶ δέχεταί σε. Λέγει δὲ ὁ οἰκονόμος· Καὶ πῶς τολμήσω, δέσποινα εὐλογημένη, ἐγὼ ὁ τάλάς καὶ ἀνάξιος, ἀνοῖξαι τὸ ῥυπαρὸν μου στόμα καὶ βεϐορϐορωμένον, τὸ ἀρνησάμενον τὸν υἱόν σου καὶ Θεὸν ἡμῶν, καὶ πλανηθέντα (sic) ταῖς ματαίαις ἐλπίσι τοῦ βίου τούτου ; Ἀλλὰ καὶ ὃ εἶχον τῆς ψυχῆς μου φυλακτήριον, τὸν τίμιον λέγω σταυρὸν καὶ τὸ θεῖον βάπτισμα, ἐμόλυνα, διὰ τῆς ἐγγράφου καὶ πικρᾶς ἀρνήσεως. Καὶ λέγει αὐτῷ ἡ ἀγία Θεοτόκος· Σὺ μόνον πρόσελθε, καὶ ὁμολόγησον αὐτὸν· φιλάνθρωπος γὰρ ἐστιν καὶ προσδέχεται τοὺς εἰλικρινῶς μετανοοῦντας. Τότε ὁ μακάριος Θεόφιλος μετὰ αἰδοῦς καὶ τῆς προσηκούσης αὐτῷ ταπεινώσεως ἤρξατο λέγειν οὕτως· Πιστεύω καὶ προσκυνῶ καὶ δοξάζω τὸν ἕνα τῆς Τριάδος, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, τὸν ϒἱὸν τοῦ Θεοῦ τοῦ ζῶντος, τὸν πρὸ αἰώνων ἐκ Πατρὸς ἀφράστως γεννηθέντα, ἐπ’ ἐσχάτων δὲ τῶν ἡμερῶν κατελθόντα καὶ σαρκωθέντα, ἐκ Πνεύματος ἁγίου, ἐκ σοῦ τῆς ἁγίας Παρθένου Μαρίας, καὶ προελθόντα εἰς σωτηρίαν τοῦ γένους τῶν ἀνθρώπων· τὸν δι’ ἡμᾶς τοὺς ἁμαρτωλοὺς πάθος καταδεξάμενον, καὶ σταυρωθέντα καὶ ταφέντα, καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ, καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς μετὰ σαρκὸς τῆς ἁγνῶς προσληφθείσης αὐτῷ, καὶ πάλιν ἐρχόμενος (l. ἐρχόμενον) μετὰ δόξης, κρῖναι ζῶντας καὶ νεκροὺς, καὶ ἀποδοῦναι ἑκαστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Ταῦτα ὁμολογῶ καρδίᾳ καὶ ψυχῇ καὶ στόματι, καὶ σέϐω, καὶ προσκυνῶ, καὶ ἀσπάζομαι· καὶ μετ’