Page:Rutebeuf - Oeuvres complètes, recueillies par Jubinal, tome II, 1839.djvu/343

La bibliothèque libre.
Le texte de cette page a été corrigé et est conforme au fac-similé.

πρὸς τὸν οἰκονόμονα, ἔλεγεν αὐτῷ· Εἶδες, δέσποτά μου, πόσην εὗρες εὐεργεσίαν ἐξ ἐμοῦ, καὶ θεραπείαν ταχίστην παρὰ τοῦ ἐφ’ ὧν ἠτήσω ; Ὁ δὲ λέγει αὐτῷ· Ναὶ, καὶ πάνυ εὐχαριστῶ τῇ ὑμετέρᾳ συνδρομῇ. Ὁ δὲ πλάστης καὶ δημιουργὸς Θεὸς, ὁ μὴ βουλόμενος τὸν θάνατον τοῦ ἁμαρτωλοῦ ὡς τὸ ἐπιστρέψαι καὶ ζῇν αὐτὸν, μνησθεὶς τὴν προτέραν αὐτοῦ διαγωγὴν, καὶ ἔνθεον πολιτείαν, οὐ παρεῖδεν αὐτὸν, ἀλλὰ δίδωσιν αὐτῷ μετανοίας ἐπιστροφήν. Καὶ εἰς ἑαυτὸν ἐλθὼν, καὶ ἀναλογισάμενος ἐν οἷς κακῶς ἔπραξεν, ἤρξατο νηστείαις καὶ ἀγρυπνίαις καὶ εὐχαῖς σχολάζειν· καὶ ἐδυσώπει τὸν Θεὸν διαπαντὸς, συγχωρηθῆναι αὐτῷ ἐφ’ οἷς ἔπραξεν· καὶ ἔλεγεν ἐν ἑαυτῷ· Ὦ ταπεινὲ Θεὸφιλε, ποῦ ἀπέλθῃς ἀρνησάμενος τὸν Χριστόν σου καὶ τὴν πανύμνητον αὐτοῦ μητέρα ἐγγράφως, καὶ ποιήσας ἑαυτὸν δοῦλον τῷ διαϐόλῳ δι’ ἐγγράφου ὁμολογίας ; Τίς ἄρα δυνήσεται τῶν ἀνθρώπων ἀποσπάσαι αὐτὴν ἐκ τῶν χειρῶν τοῦ λυμεῶνος ἐκείνου, καὶ βοηθῆσαί σοι ; Τίς μοι ἦν ἀνάγκη γνωρίσαι τὸν ἀθέμιτον ἐκεῖνον Ἑϐραῖον, τὸν τῷ πυρὶ παραδοθέντα. Ἦν γὰρ κἀκεῖνος πρὸ ὀλίγων ἡμερῶν ὑπὸ τοῦ ἄρχοντος κολασθείς. Οὕτως γὰρ τιμῶνται οἱ Θεὸν ἐγκαταλιμπάνοντες καὶ τῷ διαϐόλῳ προστρέχοντες. Οἴμοι, ἀπωλόμην· οἴμοι τῷ πλανηθέντι· οἴμοι τῷ ἀπολέσαντι τὸ φῶς, καὶ ἐν σκοτίᾳ διάγοντι. Καλῶς διῆγον μετὰ τὸ διωχθῆναί με τῆς οἰκονομίας. Τί ἤθελον διὰ τὴν ματαίαν ὑπόληψιν καὶ κενοδοξίαν, τὴν ταπεινὴν ψυχήν μου ἐν γεέννῃ ; Εἰ γὰρ καὶ τοὺς ἀνθρώπους ἔλαθον, ἀλλὰ Θεὸν λαθεῖν οὐ δύναμαι. Ἐγὼ τοῦ κακοῦ ὁ αἴτιος· ἐγὼ τοῦ φόνου τῆς ψυχῆς μου κύριος. Οἴμοι, τί ἔπαθον ; οἴμοι, πῶς ἐκλάπην, οὐκ ἐπίσταμαι· οἴμοι, τί ποιήσω, οὐκ οἶδα· οἴμοι, πρὸς τίνα ἀπελεύσομαι ; τί ἀπολογήσομαι ἐν ἡμέρᾳ κρίσεως, ὅτε πάντα γυμνὰ καὶ τετραχηλισμένα, ὅτε οἱ δίκαιοι στεφανοῦνται, ἐγὼ δὲ κατακρίνομαι ; Πῶς δὲ παραστῶ τῷ φοϐερῷ βήματι ; Τίνι δεηθῶ, ἢ τίνα παρακαλέσω ἐν τῇ θλίψει ἐκείνῃ ; ἢ τίνα δυσωπήσω ἐν τῇ ἀνάγκῃ ἐκείνῃ, ὅτε πάντες τὰ ἴδια μεριμνῶσιν, καὶ οὐ τὰ ἀλλότρια ; Οἴμοι, τίς με κατελεήσει ἢ κατοικτειρήσει ; Ὄντως, οὐδείς. Οἴμοι, ταπεινὴ ψυχὴ, πῶς ᾐχμαλωτίσθης ; πῶς ἐτρώθης ; ποίῳ πτώματι