Page:Tolstoï - Œuvres complètes, vol22.djvu/17

La bibliothèque libre.
Le texte de cette page a été corrigé et est conforme au fac-similé.

3) εἰς μαρτύριον αὐτοῖς, comme preuve. Comme preuve de quoi ? Secouer la poussière de ses pieds en sortant de la maison peut prouver seulement qu’on ne veut emporter avec soi rien de ce qui appartient à la maison.


Καὶ ἔσεσθε μισούμενοι ὑπό πάντων διά τὸ ὄνομα μου· ὁ δὲ ὑπομείνας εἰς τέλος, αὖτος σωθήσεται.

Ὄταν δὲ διώϰωσιν ὑμᾶς ἐν τῆ πόλει ταύτη, φεύγετε εἰς τὴν ἄλλην.

Ἰδού, ἐγώ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύϰων· γίνεσθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις, ϰαὶ ἀϰέραιοι ὡς αι περίστεραι.

Βλέπετε δὲ ὑμεῖς ἑαυτόυς· παραδώσουσι γὰρ ὑμᾶς εἰς συνέδρια, ϰαὶ εἰς συναγωγάς δαρήσεσθε, ϰαὶ ἐπὶ ἡγεμόνων ϰαὶ βασιλέων σταθήσεσθε ἕνεϰεν ἐμοῦ, εἶς μαρτύριον αὐτοῖς.

Ὅταν δὲ παραδιδῶσιν ὑμᾶς, μὴ μεριμνήσητε πῶς ἤ τί λαλήσητε· δοθήσεται γὰρ ὑμῖν ἐν ἐϰείνη τῇ ὤρᾳ τί λαλήσετε.

Οὐ γὰρ ὑμεῖς ἐστι οἱ λαλοῦντες, ἀλλὰ τὸ πνεῦμα τοῦ πατρός ὑμῶν λαλοῦν ἐν ὑμῖν.

Οὐ μὴ τελέσητε τὰς πόλεις τοῦ Ἰσραήλ, ἕως ἄν ἔλθη ὁ υἱός τοῦ ἀνθρώπου.

Μὴ οὖν φοβηθῆτε αὐτούς.

Οὐ γὰρ ἐστι τι ϰρυπτόν, ὃ ἐάν μὴ φανερωθῆ· οὐδέ ἐγένετο ἀπόϰρυφον, ἀλλ’ ἴνα εἰς φανερὸν ἔλθη.

Ἀνθ’ ὦι ὅσα ἐν τῆ σϰοτίᾳ εἴπατε, ἐν τῷ φωτί ἀϰουσθήσεται· ϰαὶ ὄ πρὸς τὸ οὖς ἐλαλήσατε ἐν τοῖς ταμείοις, ϰηρυχθήσεται ἐπὶ τῶν δωμάτων.

Λέγω δὲ ὑμῖν τοῖς φίλοις μου{{|,|.}} Μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποϰτεινόντων τὸ σῶμα, ϰαὶ μετὰ ταῦτα μὴ ἐχόντων περισσοτερόν τί ποιῆσαι.

Ὑποδείξω δὲ ὑμῖν τίνα φοβηθῆτε·φοβήθετε τὸν μετὰ τὸ ἀποϰτεῖναι ἐξουσίαν ἔχοντα ἐμβαλεῖν ἐῖς τὴν γέενναν· ναί, λέγω ὑμῖν, τοῦτον φοβήθητε.