δρῶντας αἰτιᾶσθαι, ὅταν ἑτέροις ὑποτεταγμένοι ὦσι, τοὺς δὲ τούτοις ἐπιστατοῦντας.
Νεανίσκοι καὶ μάγειρος.
Δύο νεανίσκοι ἐν ταὐτῷ κρέας ὠνοῦντο. Καὶ δὴ τοῦ μαγείρου περισπασθέντος, ὁ ἕτερος ὑφελόμενος ἀκροκώλιον, εἰς τὸν τοῦ ἑτέρου κόλπον καθῆκεν. Ἐπιστραφέντος δὲ αὐτοῦ καὶ ἐπιζητοῦντος, αἰτιωμένου τε ἐκείνους, ὁ μὲν εἰληφὼς ὤμνυε μὴ ἔχειν, ὁ δὲ ἔχων μὴ εἰληφέναι. Καὶ ὁ μάγειρος αἰσθόμενος αὐτῶν τὴν κακοτεχνίαν, εἶπεν· « Ἀλλὰ κἂν ἐμὲ λάθητε ἐπιορκοῦντες, θεοὺς μέντοι γε οὐ λήσετε. »
Ὁ λόγος δηλοῖ ὅτι ἡ αὐτή ἐστιν ἡ ἀσέβεια τῆς ἐπιορκίας, κἂν αὐτήν τις κατασοφίζηται.
Νεβρὸς καὶ ἔλαφος
Νεβρός ποτε πρὸς τὸν ἔλαφον εἶπε· « Πάτερ, σὺ καὶ μείζων καὶ ταχύτερος κυνῶν πέφυκας, καὶ κέρατα πρὸς τούτοις ὑπερφυᾶ φέρεις εἰς ἄμυναν. Τί δή ποτ᾿ οὖν οὕτω τούτους φοβῇ; » Κἀκεῖνος γελῶν εἶπεν· « Ἀληθῆ μὲν ταῦτα φῇς, τέκνον· ἓν δ᾿ οἶδα, ὡς, ἐπειδὰν κυνὸς ὑλακὴν ἀκούσω, αὐτίκα πρὸς φυγὴν οὐκ οἶδ᾿ ὅπως ἐκφέρομαι. »
Ὁ μῦθος δηλοῖ ὅτι τοὺς φύσει δειλοὺς οὐδεμία παραίνεσις ῥώννυσιν.