Page:Rufus - Patrologia orientalis, tome 8, fascicule 1, n°36 - Plérophories.djvu/179

La bibliothèque libre.
Le texte de cette page a été corrigé et est conforme au fac-similé.
[575]
175
C. — SUR UN MIRACLE DE L’EUCHARISTIE.

εὐϰτηρίῳ, τῶν μοναχῶν ἐϰτελούτων τὴν λειτουργίαν »· εἶχον δέ τινας μοναχοὺς αἱρετιϰοὺς ἐν τῷ οἴϰῳ, περὶ ὧν ὁ ἀπόστολος εἴρηϰεν ὅτι αἰχμαλωτίζουσι γυναιϰάρια[1]. Ὁ δὲ ἀπεϰρίνατο· ὅτι ἐν τῇ ἁγίᾳ τοῦ Θεοῦ Ἐϰϰλησίᾳ μεταλαμϐάνω, ὅπου ϰαὶ ἐϰ παιδόθεν. Τῆς δὲ λεγούσης μὴ ὀρθῶς φρονεῖν τὴν Ἐϰϰλησίαν διὰ τὴν ἐν Καλχηδόνι σύνοδον, ἀλλὰ τοῖς Νεστορίου δόγμασι συναπάγεσθαι, ἔλεγεν ἑϰεῖνος· ὅτι ὅπου ὁ βασιλεὺς ϰαὶ ὁ παρτριάρχης, ϰαὶ πᾶς ὁ ϰόσμος μεταλαμϐάνει, ϰἀγώ.

Τῆς δὲ λεγούσης ὅτι ϰαὶ ἐπὶ τῶν Ἑλλήνων οἱ βασιλεῖς τοὺς διωγμοὺς ἐπετέλουν, ϰαὶ οὐϰ ὀφείλομεν ἀϰολουθεῖν αὐτοῖς, ϰαὶ ἄλλας δὲ φλυαρίας πλείστας, ὁ δημότης[2] ἀϰίνητος τῷ φρονήματι ἔμεινεν, ἀλλὰ ϰαὶ μὴ ϰοινωνήσας, ἐϰ τῶν διεσπαρμένων αὐτῆς λόγων ϰαὶ τῶν τοῦ ἀνδρὸς αὐτῆς, ἔσχε δὲ τινας λογισμοὺς ἐνδοιασμοῦ· φθείρουσι γὰρ ἤθη χρηστᾳ ὁμιλίαι ϰαϰαί[3]. Τὴν οὖν τοιαύτην διψυχίαν ἔχων, παρεϰάλει τὸν Θεὸν λέγων· Κύριε, οὐϰ οἶδα τὴν βαθύτητα ἣν λέγουσιν οἱ ἄνθρωποι οὗτοι, ἀλλὰ σὺ ὁ τὰ πάντα γινώσϰων, ὁδήγησόν με ἐπὶ τὸ συμφέρον, ἵνα μὴ στερηθῶ τῆς ὀρθῆς πίστεως.

Τῇ οὖν πρώτῃ ἑϐδομάδι τῶν ἁγίων νηστειῶν, τῆς συνάξεως ἐπιτελουμένης ἐν τῷ ναῷ τοῦ ἁγίου Μηνᾶ, ἐϰεῖσε γὰρ ἐν πρώτοις τὸ « ϰατευθυθήτω » λέγεται, ϰαὶ πᾶσα ἡ πόλις αὐτόθι συνάγεται, γέγονε ϰαὶ αὐτὸς ἐν τῷ αὐτῷ τοῦ μάρτυρος ναῷ, ϰαὶ δὴ τοῦ « ϰατευθυνθήτω » ῥηθέντος, ϰαὶ τῆς συνάξεως ἐπιτελουμένης, αὐτὸς ἐπέϰειτο τῇ εὐχῆ τὴν δέησιν ποιούμενος, τοῦ μὴ στερηθῆναι τῆς ὀρθῆς πίστεως. Γενομένης οὖν τῆς θείας προσϰομιδῆς, ϰαὶ πάντων τῶν φριϰτῶν μυστηρίων μεταλαϐόντων, προσῆλθε ϰαὶ αὐτὸς μετὰ δαϰρύων μεταλαϐεῖν· ἀνοίξας δὲ τὴν χεῖρα, ὁρᾷ, ἀντὶ ἂρτου, σάρϰα ᾑμαγμένην, ϰαὶ πᾶσαν τὴν χεῖρα αὐτοῦ τῷ αἴματι φοινίξασαν. Καὶ δὴ ἔντρομος γενόμενος ἐπὶ τῷ παραδόξῳ θαύματι ἔλεγεν· « Οὐαί μοι, πόθεν ἐν ταῖς νηστείαις εὑρέθην δεχόμενος ϰρέα, πάντων ἄρτον δεξαμένων, πῶς ἆρα ἔχω τὴν σάρϰα νηστείας οὔσης μεταλαϐεῖν. Ὅμως διὰ τὸ μὴ ὁραθῆναι παρὰ ἄλλων, ϰλίνασς τὰ γόνατα μετὰ φόϐου μετέλαϐεν. Ὡς δὲ ἦλθε μεταχεῖν ϰαὶ ἐϰ τοῦ ἁγίου ποτηρίου, ϰατανοεῖ ὁ διάϰονος, ϰαὶ βλέπει τὰ χείλη αὐτοῦ ᾑμαγμένα, ϰαὶ λέγει αὐτῷ· « Τί ἔχεις ἐϰεῖ, ἄδελφε ; » Καὶ λέγει· « Οὐδὲν, δέσποτα. » Καὶ ἐξενέγϰας τὰς χεῖρας αὐτοῦ εἰς τὸ[4] ϰαταμάξαι τὰ χείλη, εὑρέθησαν ϰαϰεῖναι ᾑμαγμέναι. Ὡς δὲ οἱ περιεστῶτες ψηλα φήσαντες οὐϰ εὗρον μώλωπα οὐδὲ ἄλλην αἰτίαν τῆς τοῦ αἴματος ῥύσεως, ἠρώτων αὐτὸν τὸ τί ποιήσας οὕτως ἐμλύνθη ; Τότε στενωθεὶς, εἶπεν αὐτοῖς τὸ πᾶν τοῦ πράγματος, ϰαὶ λαϐόντες αὐτὸν, ἀπήγαγον πρὸς τὸν ϰατὰ ϰαιρὸν ϰατριασρχήν. Καὶ ἀϰούσας πάντα παρ’αὐτοῦ ἐθαύμασε τὴν ἀγαθότητα τοῦ Θεοῦ, τοῦ μὴ θέλοντος ἀπολέσθαι τινὰ τοῦ πλάσματος αὐτοῦ. Καὶ ὁ βασιλεὺς δὲ ϰαὶ οἱ ἀϰούσαντες, ἐδόξασαν τὸν Θεόν. Ἠθέλησε δὲ ὁ πατριάρχης τὸν φιλόχριστον ἐϰεῖνον ποιῆσαι πρεσϐύτερον τοῦ ἁγίου Μηνᾶ ϰαὶ παρῃτήσατο, λέγων ἀνάξιον εἶναι τοῦ τοιούτου βαθμοῦ.

Γένοιτο δὲ ϰαὶ ἡμᾶς τὴν τοιαύτην διάθεσιν μέχρι τέλους ὑπὲρ τῆς ὀρθοδόξου πίστεως σώζειν ϰαὶ τὴν ἴσην τῷ ἀνδρὶ τῷ ῥηθέντι ταπείνωσιν ϰτήσασθαι, ἵνα ϰαὶ τοῦ θείου βαθμοῦ ϰαταξιωθῶμεν τοῦ λέγοντος· ὅτι πᾶς ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται[5].

  1. II Tim., iii, 6.
  2. δημώτης (dêmôtês) Ms.
  3. I Cor., xv, 33.
  4. ἐφ’ ὧ (eph hô) Ms.
  5. Matth., xxiii, 12.